Αναγνώσματα Κυριακής 17 Ιανουαρίου 2021
ΙΒ΄ Λουκᾶ
Ο Απόστολος
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
Κεφ. ιγ΄ 17 – 21
Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ἡμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Απόδοση στη Νεοελληνική:
Το Ευαγγέλιο
Ἐκ τοῦ κατά Λουκᾶν
Κεφ. ιζ΄ 12-19
Τῷ καιρῷ ἐκείνῳ, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόῤῥωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν, λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν, εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς Ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς, ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
Απόδοση στη Νεοελληνική:
Εκείνο τον καιρό, καθώς έμπαινε ο Ιησούς σ’ ένα χωριό, τον συνάντησαν δέκα λεπροί· στάθηκαν λοιπόν από μακριά και του φώναζαν δυνατά: «Ιησού, αφέντη, ελέησέ μας!» Βλέποντάς τους εκείνος τους είπε: «Πηγαίνετε να σας εξετάσουν οι ιερείς». Και καθώς πήγαιναν, καθαρίστηκαν από τη λέπρα. Ένας απ’ αυτούς, όταν είδε ότι θεραπεύτηκε, γύρισε δοξάζοντας με δυνατή φωνή το Θεό, έπεσε με το πρόσωπο στα πόδια του Ιησού και τον ευχαριστούσε. Κι αυτός ήταν Σαμαρείτης. Τότε ο Ιησούς είπε: «Δε θεραπεύτηκαν και οι δέκα; Οι άλλοι εννιά πού είναι; Κανένας τους δε βρέθηκε να γυρίσει να δοξάσει το Θεό παρά μόνο τούτος εδώ ο αλλοεθνής;» Και σ’ αυτόν είπε: «Σήκω και πήγαινε στο καλό· η πίστη σου σε έσωσε».