Menu Close

15/1/2023

Παράκληση στον Όσιο Ευθύμιο τον Μέγα

Την Πέμπτη 19 Ιανουαρίου 2023, μετά την ακολουθία του Εσπερινού, θα ψαλεί Παράκληση στον Όσιο Ευθύμιο τον Μέγα.

Παράκληση στον Όσιο Ευθύμιο

Ἀπολυτίκιον
Ἦχος δ΄.
Εὐφραίνου ἔρημος ἡ σὺ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνήρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστέ ὁ Θεός, εἰρήνευσον τήν ζωήν ἡμῶν.

Κοντάκιον
Ἦχος πλάγιος δ΄.
Ἐν τῇ σεπτῇ γεννήσει σου, χαρὰν ἡ κτίσις εὕρατο, καὶ ἐν τῇ θείᾳ μνήμῃ σου Ὅσιε, τὴν εὐθυμίαν ἔλαβε, τῶν πολλῶν σου θαυμάτων· ἐξ ὧν παράσχου πλουσίως ταῖς ψυχαῖς ἡμῶν, καὶ ἀποκάθαρον ἁμαρτημάτων κηλῖδας, ὅπως ψάλλωμεν, Ἀλληλούϊα.