Menu Close

9/1/2022

Παράκληση στον Άγιο Ιωάννη τον Πρόδρομο και Βαπτιστή

Την Πέμπτη 13 Ιανουαρίου 2022, μετά την ακολουθία του Εσπερινού, θα ψαλεί Παράκληση στον Άγιο Ιωάννη τον Πρόδρομο και Βαπτιστή.

Παράκληση Άγιος Ιωάννης ΠρόδρομοςἈπολυτίκιον
Ἦχος β΄.
Μνήμη δικαίου μετ’ ἐγκωμίων· σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι, κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω, καὶ τοὶς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος πλάγιος β΄.
Τὴν σωματικήν σου παρουσίαν δεδοικώς, ὁ Ἰορδάνης φόβῳ ὑπεστρέφετο· τὴν προφητικὴν δὲ λειτουργίαν ἐκπληρῶν, ὁ Ἰωάννης τρόμῳ ὑπεστέλλετο· τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον· καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντές σε τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.