Menu Close

Ὀκτωβρίου στ΄

Μνήμη τοῦ Ἁγίου Ἐνδόξου καὶ Πανευφήμου
Ἀποστόλου Θωμᾶ

***

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ προσόμοια. Γερασίμου.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν φιλεόρτων τὰ στίφη δεῦτε συνέλθωμεν, σήμερον ἐν τῇ μνήμῃ, καὶ σεπτῇ πανηγύρει, Θωμᾶ τοῦ Ἀποστόλου, καὶ πρὸς αὐτὸν εὐλαβῶς ἐκβοήσωμεν. Τοὺς τὴν σὴν μνήμην τελοῦντας χαρμονικῶς, ἐκ κινδύνων διαφύλαττε.

Δεῦτε ἐν ὕμνοις τὴν μνήμην πιστοὶ τιμήσωμεν, Θωμᾶ τοῦ πανευφήμου, Ἀποστόλου Κυρίου˙ οὗτος γὰρ πρεσβεύει ὑπὲρ ἡμῶν, πρὸς Χριστὸν τὸν Φιλάνθρωπον, καὶ διασώζει κινδύνων καὶ πειρασμῶν, τοὺς γεραίροντας τὴν μνήμην αὐτοῦ.

Ἡ ἀπιστία σου πίστιν Θωμᾶ ἐγέννησε˙ πλευρὰν γὰρ ψηλαφήσας, τοῦ Δεσπότου αὐτόπτα, καὶ ἥλων τὰ τυλώματα εὐλαβῶς, ἀνιχνεύσας Ἀπόστολε, τῷ Διδασκάλῳ ἐν πίστει χαρμονικῶς, ἀνεκραύγαζες Θεός μου σὺ εἶ.

Τοὺς ἐκτελοῦντας τὴν μνήμην σου τὴν πανίερον, καὶ πίστει σε τιμῶντας, καὶ γεραίροντας πόθῳ, ῥῦσαι ἐκ κινδύνων παντοδαπῶν, καὶ πυρὸς τῆς κολάσεως, καὶ βασιλείας ἀξίωσον οὐρανῶν, ὦ Θωμᾶ Χριστοῦ Ἀπόστολε.

Δόξα Πατρί…

Ἦχος α΄.

Τὴν ἐτήσιον μνήμην σήμερον, Θωμᾶ τοῦ Ἀποστόλου, ἐπιτελοῦντες οἱ πιστοί, πόθῳ καὶ χαρᾷ ἀλαλάξωμεν, καὶ πρὸς αὐτὸν πανευλαβῶς ἐκβοήσωμεν. Ὁ τῆς πλευρᾶς τοῦ Δεσπότου ἐφαψάμενος, καὶ ὡς Θεὸν τοῦ παντὸς ἀνακηρύξας τοῖς ἔθνεσιν, ἐν τοῖς ὑψίστοις νῦν οικῶν, πρέσβευε ὑπὲρ τῶν πίστει καὶ πόθῳ, ἐπιτελούντων τὴν μνήμην σου.

Καὶ νῦν καὶ ἀεί…

Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Ἀπόστιχα. Γερασίμου.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφθαθᾶ.

Δεῦτε τὴν ἱεράν, καὶ φωτοφόρον μνήμην, Θωμᾶ τοῦ Ἀποστόλου, τελέσωμεν ἐν ὕμνοις, ὑμνοῦντες τὸν Φιλάνθρωπον.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Ὢ τῶν ὑπερφυῶν, καὶ θείων σου θαυμάτων, Θωμᾶ Χριστοῦ αὐτόπτα, καὶ κῆρυξ τῆς Δεσπότου, ἐνδόξου Ἀναστάσεως!

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.

Πλήθη τὰ τῶν Ἰνδῶν, ἐφώτισας πανσόφως, τῆς πλάνης τῶν εἰδώλων, ἐξαγαγὼν καὶ σκότους, καὶ τῷ Θεῷ προσήγαγες.

Δόξα Πατρί…

Τριαδικόν.

Μόνε παμβασιλεῦ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς Ὑπεραγία, τοὺς σὲ δοξολογοῦντας, ἀξίωσον τῆς δόξης σου.

Καὶ νῦν καὶ ἀεί…

Θεοτοκίον.

Μήτηρ τοῦ Λυτρωτοῦ καὶ πάντων Εὐεργέτου, Παντάνασσα Μαρία, τοὺς σὲ παρακαλοῦντας, ῥῦσαι πυρὸς κολάσεως.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον
ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ, Συναπτὴ καὶ Ἀπόλυσις.

———

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, στιχολογοῦμεν το, Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους η΄, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Γερασίμου.

Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος!

Ὢ τοῦ παραδόξου θαύματος! Τὴν πυρίνην πλευράν, τοῦ ἐξανατείλαντος, ἐκ τάφου ὑπερφυῶς, Θωμᾶς ἠρεύνησε, πηλίνη αὐτοῦ χειρί, καὶ οὐκ ἐφλέχθη πυρὶ τῆς Θεότητος, ἀλλ᾿ ἤντλησεν ἐξ αὐτῆς, ὡς ἐκ πηγῆς τῆς σοφίας τὴν ἄβυσσον, καὶ τὴν οἰκουμένην πᾶσαν, δαψιλῶς κατήρδευσεν, εὐσεβείας τοῖς ῥείθροις, ὡς Ἀπόστολος θεόληπτος.

Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! Σὺ γὰρ κατεδέξω, τὴν πλευρὰν τὴν ἄχραντον, καὶ τρήσεις τὰς τῶν χειρῶν, καὶ τῶν ποδῶν σου φρικτῶς, ψηλαφηθῆναι χειρί, τοῦ Ἀποστόλου Θωμᾶ ἐκβοῶντός σου˙ Θεός μου σὺ εἶ Σωτήρ, ὁ δι᾿ ἐμὲ μορφωθεὶς τὸ ἡμέτερον. Ὅθεν τὴν ἁγίαν μνήμην, τούτου ἑορτάζοντες, ἀνυμνοῦμεν Οἰκτίρμον, τὴν πολλήν σου συγκατάβασιν.

Τῆς σῆς σοφίας τῇ χάριτι, καὶ ταῖς τῶν θαυμάτων, ἀστραπαῖς Ἀπόστολε, ἐδίωξας τῶν Ἰνδῶν, τὴν ἀθεότητα, καὶ ἔλαμψας ἐμφανῶς, τῆς ἀληθείας τὴν θείαν ἐπίγνωσιν, ῥυθμίσας θεοπρεπῶς, τὰς ψυχικὰς διαθέσεις τῷ λόγῳ σου˙ ὅθεν τῆς πλευρᾶς τῷ πάθει, τοῦ Σωτῆρος σύμμορφος, ὡς αὐτόπτης ἐδείχθης, κοινωνός τε καὶ συγκάθεδρος.

Σὺ τὴν τῆς σοφίας ἄβυσσον, ἐκ πλευρᾶς τῆς θείας, τοῦ σὲ μεγαλύναντος, ἐξήντλησας δαψιλῶς, Θωμᾶ Ἀπόστολε˙ ὡς μέγα σου ἀληθῶς, ὡς θαυμαστὸν τὸ ἀξίωμα ἔνδοξε! Οὐδεὶς γὰρ τῶν γηγενῶν, τῆς σῆς μεγίστης ἠξίωται χάριτος. Ὅθεν τὸν ναόν σου τοῦτον, σῶζε, φρούρει φύλαττε, ἐκτελοῦντα χαρμοσύνως, τὴν σὴν μνήμην τὴν παγγέραστον.

Προσόμοια ἕτερα. Γερασίμου.
Ἦχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.

Τῆς δωδεκάδος τὸν ἕνα Χριστοῦ Ἀπόστολον, τὸν καταξιωθέντα, τῆς πλευρᾶς τοῦ Δεσπότου, προσψαῦσαι καὶ κηρύξαντα εὐκλεῶς τὴν σωτήριον ἔγερσιν, τοῦ Εὐεργέτου τῶν ὅλων καὶ Λυτρωτοῦ, τὸν Θωμᾶν ἀνευφημήσωμεν.

Τὸν θεηγόρον ἐν ὕμνοις Χριστοῦ Ἀπόστολον, πιστοὶ δεῦτε συμφώνως εὐφημήσωμεν πάντες, τούτῳ ἐκβοῶντες ἱκετικῶς˙ τὸν Σωτῆρα ἱκέτευε, ὑπὲρ τῶν πίστει τιμώντων σου τὴν σεπτήν, καὶ πανίερον πανήγυριν.

Ἀγαλλιᾶσθε ἐν ὕμνοις πιστοὶ γηθόμενοι, σκιρτῶντες εὐφροσύνως, ἐπὶ τῇ πανηγύρει, Θωμᾶ τοῦ πανευφήμου καὶ εὐκλεοῦς, ἥν τελοῦντες δοξάσωμεν, τὸν ἀναστάντα τριήμερον ἐκ νεκρῶν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Τοὺς συνελθόντας ἐν πίστει ἐν τῷ σεπτῷ σου ναῷ καὶ πόθῳ σε τιμῶντας, τοῦ Κυρίου αὐτόπτα, καὶ ᾄσμασιν ὑμνοῦντας σοῦ τὸ σοφόν, καὶ σεβάσμιον κήρυγμα, ἐκ πολυπλόκων σκανδάλων τοῦ πονηροῦ, καὶ κινδύνων διαφύλαττε.

Δόξα Πατρί…

Ἦχος πλ. β΄. Μηναίου.

Ὡς ὑπηρέτης τοῦ Λόγου, καὶ τῆς ἀῤῥήτου σαρκώσεως αὐτοῦ, βυθόν σοφίας ἐξήντλησας, Θωμᾶ Ἀπόστολε˙ τῷ γὰρ καλάμῳ τοῦ Σταυροῦ ἀνιχνεύων, ἐκ τοῦ βυθοῦ τῆς ἀπάτης, ψυχὰς ἐζώγρησας˙ ὅθεν τῇ σαγήνῃ τῶν σῶν δογμάτων, πάσαν ἐφώτισας τὴν οἰκουμένην˙ καὶ τῷ φωτὶ τῆς γνώσεως, τᾶς τῶν Ἰνδῶν, ἐζοφωμένας ψυχὰς κατελάμπρυνας. Διὸ τῆς δόξης τηλαυγῶς, Χριστοῦ κατατρυφῶν, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν καὶ ἀεί…

Ὁ αὐτός.

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς, ἐκλάμψας Υἱος μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς˙ οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
(Κεφ. α΄ 12-26)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἔστιν ἐγγὺς Ἱερουσαλήμ, Σαββάτου ἔχον ὁδόν. Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης καὶ ᾿Ανδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, ᾿Ιάκωβος ᾿Αλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ ᾿Ιούδας ᾿Ιακώβου. Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν· Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυῒδ περὶ ᾿Ιούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν ᾿Ιησοῦν, ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾿ ἡμᾶς ὁ Κύριος ᾿Ιησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾿ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων. Καὶ ἔστησαν δύο, ᾿Ιωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Καὶ προσευξάμενοι εἶπον· σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα, λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη ᾿Ιούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. Καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
(Κεφ. ε΄ 12-20)

Ἐν ταῖς ἡμέραις ἐκείναις, διὰ δὲ τῶν χειρῶν τῶν Ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ρήματα τῆς ζωῆς ταύτης.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
(Κεφ. ε΄ 21-32)

Ἐν ταῖς ἡμέραις ἐκείναις, εἰσῆλθον οἱ Ἀπόστολοι ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ. καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς. Οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν λέγοντες ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν. Ὠς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας· ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵνα μὴ λιθασθῶσιν· ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς λέγων· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ Ἀπόστολοι εἶπον· πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν ᾿Ιησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου· τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. Καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ρημάτων τούτων, καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.

Εἰς τὴν Λιτὴν Ἰδιόμελα. Γερασίμου.
Ἦχος α΄.

Ὁλικῇ διανοίᾳ, τῷ Λόγῳ μαθητεύσας, κοινωνὸς αὐτοῦ ἐχρημάτισας, Θωμᾶ Ἀπόστολε˙ σὺ γὰρ πρὸς αὐτόν, ἀνένδοτον ἔχων τὴν ἔφεσιν, τὸ θανεῖν μετ᾿ αὐτοῦ, ὑπὲρ τὸ ζῆν προέκρινας˙ ὅθεν ἐκ τῆς ζωηφόρου αὐτοῦ πλευρᾶς, τῆς θεολογίας τὸν βυθὸν ἀρυσάμενος, ὡς ποταμὸς ἐκ Σιὼν ἐξώρμησας, κατακλύζων τὴν κτίσιν, τῆς πίστεως τοῖς ὁρμήμασι. Καὶ νῦν τῆς ἀφθαρσίας τῷ ὕδατι ἐντρυφῶν τὰς ψυχικὰς ἡμῶν κηλίδας ἀποκάθαρον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Ὁ αὐτός.

Θωμᾶς ὁ λεγόμενος δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν, ὅτε εἰσῆλθες Χριστέ, κεκλεισμένων τῶν θυρῶν˙ ὅθεν καὶ ἠπίστει τοῖς ῥυθεῖσιν αὐτῷ ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν˙ οὐκ ἀπηξίωσας δὲ ἀγαθέ, ὑποδεῖξαι αὐτῷ, τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας˙ ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολογησέ σε εἶναι Θεὸν οὐ γυμνόν, καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα˙ Ὁ Κύριός μου δόξα σοι.

Ἦχος β΄.

Χριστῷ ἠκολούθησας Θωμᾶ Ἀπόστολε, καὶ τοῦ κόσμου κατεφρόνησας˙ καὶ τὰ τούτου διδάγματα, ἐν τῷ ταμείῳ σου κρύψας, ἀνεδείχθης Ἀπόστολος˙ ὅθεν γενόμενος ἐν τοῖς ἔθνεσι, τὰς τούτων ὑπὸ τῆς πλάνης καὶ τῶν παθῶν, σκοτισθείσας ψυχάς, ἐντολαῖς τοῦ Σωτῆρος ἐφώτισας, πιστεύειν εἰς Τριάδα ὁμοούσιον.

Ἦχος δ΄.

Τῷ τῆς γνώσεως θείῳ πυρί, τὴν ψυχὴν καταυγασθείς, ἐν πᾶσι τοῦ Δεσπότου μιμητὴς γέγονας, ὡς ἔννομος μαθητής, Θωμᾶ Ἀπόστολε˙ τῷ γὰρ καλάμῳ τοῦ Σταυροῦ, ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας, εὐσεβῶν ψυχὰς ἐζώγρησας˙ ὅθεν καὶ τὴν τῶν Ἰνδῶν, ἐζοφωμένην διάνοιαν, τῷ τοῦ Θείου Πνεύματος, ἀγκίστρῳ ἐσαγήνευσας. Χριστὸν τὸν Θεὸν ἀεὶ δυσώπει, καὶ ἡμᾶς ῥυσθῆναι τῆς τοῦ ἐχθροῦ ἐζοφωμένης ὄψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.

Τὸν τῆς ἁλείας βυθὸν καταλιπών, τῷ τοῦ Σταυροῦ καλάμῳ, πίστει προσέδραμες, καὶ ἐν αὐτῷ πάντας ἐζώγρησας, Θωμᾶ Ἀπόστολε. Διὸ καὶ τὴν ἄχραντον πλευρὰν τοῦ Λόγου, τῇ χειρὶ ψηλαφήσας, τῶν πεπαρμένων ἥλων τὰς ὠτειλάς, τῷ δακτύλῳ κατιδεῖν ἠξίωσαι. Χριστῷ τῷ Θεῷ ἐκτενῶς πρέσβευε ἀεί, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα Πατρί…

Ἦχος πλ. α΄.

Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀπόστολε, ἐκεῖθεν τῶν ἀθέων, τροποῦνται αἱ φάλαγγες˙ οὐ δύνανται γὰρ προσμένειν, ἀθετοῦντες τοῦ κηρύγματός σου τὴν χάριν. Διὸ αἰτοῦμεν σε τὰς βλασφήμους γλωσσαλγίας, τὰς καθ᾿ ἡμῶν κατάβαλε τῇ μεσιτείᾳ σου, καὶ ἀξίωσον ἡμᾶς, τῆς αἰωνίου ζωῆς, πολυύμνητε Θωμᾶ πανεύφημε.

Καὶ νῦν καὶ ἀεί…

Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια. Γερασίμου.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ φωτοφόρος ἀστήρ, ὁ ἀνατείλας ἐκ Σιὼν θείῳ Πνεύματι, καὶ πᾶσαν κυκλώσας κτίσιν, καταφωτίζων ψυχάς, τῆς θεογνωσίας ταῖς ἐλλάμψεσι, δι᾿ οὗ τὸ τρισήλιον, φῶς λαμπρῶς ἐθεάσαντο, οἱ ἐν τῷ σκότει, τῆς ἀπάτης καθήμενοι, καὶ τὴν ἄκανθαν, τῶν παθῶν γεωργήσαντες˙ ὅθεν ἐναποῤῥίψαντες, τῆς πλάνης τὸ κάλυμμα, ἀθανασίας χιτῶνα, λόγῳ τῷ σῷ ἀνελάβοντο, Θωμᾶ θεηγόρε, εὐφημοῦντες ἐπαξίως, τὸν σὲ δοξάσαντα.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Χαίροις ἅρμα Θεοῦ λογικόν, ἐν ᾧ ἐπέβη καὶ ἐγνώσθη τοῖς ἔθνεσιν, ὁ πλούτῳ φιλανθρωπίας, μήτραν οἰκήσας ἁγνήν, καὶ ἀνακινίσας τὸν προπάτορα˙ κιθάρα ἡ εὔηχος, ἡ ἐν κόσμῳ κηρύξασα, τὴν αἰωνίαν, ἀληθῶς ἀπολύτρωσιν, καὶ τὴν θέωσιν, τοῦ βροτείου φυράματος˙ σάλπιγξ ἡ παναρμόνιος, ὑφ᾿ ἧς ταῖς ἠχήσεσι, τῆς ἀσεβείας τὰ τείχη, κατηδαφίσθη καὶ πέπτωκε, Θωμᾶ καὶ ἐκ τάφου, ἀνομίας τῶν ἀνθρώπων, ψυχαὶ ἠγέρθησαν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.

Βέλει κατατρωθεὶς τὴν ψυχήν, τῆς τοῦ Δεσπότου ἀγαπήσεως ἔνδοξε, ἠρεύνησας μετὰ πόθου, τὴν λογχευθεῖσαν πλευράν, καὶ χειρῶν θεόπτα τὰ τυλώματα, αὐτοῦ καὶ ἐβόησας˙ Σὺ Θεός μου καὶ Κύριος, Οἰκτίρμον πέλεις, ὁ παθὼν τῷ προσλήματι, καὶ ἀπάθειαν, ἀναβλύσας καὶ ἄφεσιν˙ ὅθεν ὡς ὄρος ἔνθεον, σταλάζεις τῆς πίστεως, τὸν γλυκασμὸν ὥσπερ νᾶμα, τοῖς ἀπιστίαν νοσήσασι, Θωμᾶ θεηγόρε, ἱκετεύων, ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Δόξα Πατρί…

Ἦχος πλ. β΄. Μηναἰου

Τὰ θεῖα ἐποπτεύων, Χριστοῦ τῆς σοφίας, νοητὸς ἀναδέδειξαι κρατήρ, μυστικῶς Θωμᾶ Ἀπόστολε, ἐν ᾧ τῶν πιστῶν αἱ ψυχαὶ εὐφραίνονται˙ τῇ γὰρ θείᾳ σαγήνῃ τοῦ Πνεύματος, λαοὺς ἀνείλκυσας ἐκ βυθοῦ τῆς ἀπογνώσεως˙ ὅθεν ἐκ Σιών, ὡς ποταμὸς τῆς χάριτος ἐξῆλθες, τὰ σὰ ἐκβλύζων ἔνθεα δόγματα, εἰς τὴν σύμπασαν κτίσιν. Διὸ τοῦ Χριστοῦ τὰ πάθη ἐκμιμούμενος, τὴν πλευρὰν ἐλογχεύθης, καὶ ἐν τῷ γνόφῳ εἰσδύσας τῆς ἀφθαρσίας, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν καὶ ἀεί…

Θεοτοκίον.

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς˙ σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τοῦ Ἀποστόλου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον, καὶ τὰ Ἀπολυτίκια.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε. Γερασίμου.

Ὡς θεῖος Ἀπόστολος, θεολογίας κρουνούς, ἐνθέως ἐξήντλησας, ἐκ λογχονύκτου πλευρᾶς, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅθεν τῆς εὐσεβείας, κατασπείρας τὸν λόγον, ἔλαμψας ἐν Ἰνδίᾳ, ὡς ἀκτὶς οὐρανία, Θωμᾶ τῶν Ἀποστόλων, τὸ θεῖον ἀγλάισμα.

Ἕτερον. Γερασίμου.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ὡς αὐτόπτης τοῦ Λόγου καὶ κήρυξ εὔσημος, θεοπρεπῶς ἀνιμήσω τὸν τῆς σοφίας βυθόν, ψηλαφήσας τὸν Χριστὸν μετὰ τὴν ἔγερσιν˙ ὅθεν δογμάτων ἱερῶν, ἀνεδείχθης φυτουργός, Ἀπόστολε θεηγόρε, Θωμᾶ Χριστοῦ μυστολέκτα, καὶ πρεσβευτὰ τῶν εὐφημούντων σε.

Ἕτερον. Ρόδου Κυρίλλου. Δόξα Πατρί…
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἐκ πλευρᾶς λογχονύκτου δαψιλῶς ἀρυσάμενος, τῆς θεολογίας τὴν χάριν, θεοῤῥῆμον Ἀπόστολε, τοῖς ἔθνεσι κατήγγειλας τρανῶς, Κυρίου τὸ σωτήριον Θωμᾶ, καὶ ἐσφράγισας ἐν τέλει μαρτυρικῷ, τὴν θείαν ἀποστολήν σου. Δόξα τῷ σὲ καλέσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ κηρυχθέντι διὰ σοῦ, κόσμου τοῖς περασι.

Καὶ νῦν καὶ ἀεί…

Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοι˙ δόξα τῷ προελθόντι ἐκ σοῦ˙ δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

———

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Μηναίου.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν Ἀπόστολον πάντες καὶ μαθητὴν τοῦ Χριστοῦ, εὐφημήσωμεν ὕμνοις ἐπὶ τῇ μνήμῃ αὐτοῦ˙ θεοπρεπῶς γὰρ τὰς ἡμῶν διανοίας αὐτός, τύπους τῶν ἥλων ψηλαφῶν, βεβαίαν πίστιν ἐκζητῶν, ἐστήριξεν ἐν Κυρίῳ, ἀδιαλείπτως πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα Πατρί…

Ἦχος γ΄. Θείας πίστεως. Γερασίμου.

Πᾶσαν ηὔγασας, τὴν οἰκουμένην, τῷ κηρύγματι, τῆς εὐσεβείας, ὡς Ἀπόστολος Χριστοῦ καὶ διάκονος˙ τὰς γὰρ Ἰνδίας λαβὼν ὥσπερ σχοίνισμα, τοὺς ἀνιέρους Θεῷ καθιέρωσας˙ ὅν ἱκέτευε, Θωμᾶ Ἀποστόλων καύχημα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν καὶ ἀεί…

Θεοτοκίον.

Θείῳ Πνεύματι, πεφωτισμένοι, οἱ Ἀπόστολοι, οἱ θεηγόροι, τοῦ Υἱοῦ σου Θεοτόκε Πανύμνητε, τὴν οἰκουμένην σοφῶς ἐσαγήνευσαν, τὰς τῶν ῥητόρων πλοκὰς ἀνατρέψαντες˙ μεθ ὧν Πάναγνε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μετὰ τὴν β΄ Στιχολογίαν,
Κάθισμα. Γερασίμου.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ

Τὸν θεῖον Μαθητήν, καὶ αὐτόπτην τοῦ Λόγου, Θωμᾶν τὸν θαυμαστόν, εὐφημήσωμεν πόθῳ, ἐν ὕμνοις φιλέορτοι, πρὸς αὐτὸν ἀνακράζοντες˙ τοὺς τὴν μνήμην σου ἐπιτελοῦντας θεόφρον, ταῖς πρὸς Κύριον, πανευπροσδέκτοις λιταῖς σου, δεινῶν διαφύλαττε.

Δόξα Πατρί…

Ὅμοιον.

Ὡς φίλον σε Χριστοῦ, καὶ αὐτόπτην καὶ μύστην, καὶ μάρτυρα πιστόν, καὶ ἀπόστολον θεῖον, ἐν ὕμνοις τιμῶμεν σε, καὶ φαιδρῶς ἑορτάζομεν, τὴν πανέορτον, μνήμην σου καὶ φωτοφόρον, Θωμᾶ ἔνδοξε, ἐν ᾗ πταισμάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.

Καὶ νῦν καὶ ἀεί…

Θεοτοκίον.

Ὁ Λόγος τοῦ Θεοῦ, σαρκωθῆναι θελήσας, ἐνῴκησεν Ἁγνή, τῇ ἀχράντῳ γαστρί σου, τοῦ Πνεύματος τῇ χάριτι, ἁγνισθείσῃ τὸ πρότερον, καὶ ἐπέφανεν, ἐκ σοῦ διπλοῦς τῇ οὐσίᾳ, ὁ φιλάνθρωπος, μίαν ὑπόστασιν φέρων, σαφῶς μετὰ σάρκωσιν.

Μετὰ τὸν Πολυέλεον,
Κάθισμα. Γερασίμου.
Ἦχος δ΄. Ἐπεφάνη σήμερον.

Ἑορτὴ ὑπέρλαμπρος ἡμῖν ἐπέστη, τοὺς πιστοὺς φωτίζουσα, τοὺς συνελθόντας ἐν χαρᾷ, καὶ εὐφημοῦντας ἐν ᾄσμασι, Θωμᾶν τὸν θεῖον, Κυρίου Ἀπόστολον.΄

Δόξα Πατρί…

Ὅμοιον.

Εὐφροσύνως σήμερον ἡ Ἐκκλησία, τοῦ Χριστοῦ φαιδρύνεται, πανηγυρίζουσα λαμπρῶς, καὶ τὸν Χριστὸν μεγαλύνουσα, ἐπὶ τῇ μνήμῇ Θωμᾶ τοῦ παμμάκαρος.

Καὶ νῦν καὶ ἀεί…

Θεοτοκίον.

Προστασία ἄμαχε τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, τὸν σὸν Υἱὸν καθικέτευε, παντὸς κινδύνου ῥυσθῆναι τοῦς δούλους σου.

Ἀναβαθμοί:
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Καὶ τὸ Προκείμενον:

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Τὸ Πᾶσα πνοή…

Εὐαγγέλιον κατὰ Ἰωάννην
(Κεφ. ιδ΄, 1-11)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς˙ Μη ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. Καὶ ὅπου ἐγώ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾿ ἐμοῦ. Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν. καὶ ἀπ᾿ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν πατέρα; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; τὰ ρήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾿ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν. (Ζήτει αὐτὸ τῇ Παρασκευῇ τῆς στ΄ Ἑβδομάδος Ἰωάννου).

Ὁ Ν΄ Ψαλμός.

Δόξα Πατρί…
Ταῖς τοῦ Ἀποστόλου…

Καὶ νῦν καὶ ἀεί…
Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Γερασίμου

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Θωμᾶ Ἀπόστολε, σὺ τῷ σαρκωθέντι ἀκολουθήσας Λόγῳ, ποταμοὺς γνώσεως, παρ᾿ αὐτοῦ ἐπλούτησας˙ ὅθεν ὡς πηγὴ Προφητικῶς, ἐξ οἴκου Κυρίου ἐξῆλθες, καὶ τῆς ἀφθαρσίας τοῖς ῥεύμασι, τῆς φθορᾶς τὴν φλόγα κατέσβεσας˙ καὶ νῦν ἐπόμβρησον ταῖς ψυχαῖς ἡμῶν, πταισμάτων ἄφεσιν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ὁ Ἱερεύς˙ Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου καὶ οἱ δύο τοῦ Ἀποστόλου.

Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν˙ Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν ᾄσμα τῷ Θεῷ ἀναμέλποντα.

Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι, τὴν ταπεινήν μου ψυχήν˙ καὶ συμφορῶν νέφη, τὴν ἐμὴν καλύπτουσι, καρδίαν Θεονύμφευτε˙ ἀλλ᾿ ἡ φῶς τετοκυῖα, τὸ θεῖον καὶ προαιώνιον, λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.

Ἐξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, καὶ συμφορῶν βίου, λυτρωθεὶς Πανάχραντε, τῇ κραταιᾷ δυνάμει σου, ἀνυμνῶ μεγαλύνω, τὴν ἄμετρόν σου συμπάθειαν, καὶ τὴν εἰς ἐμέ σου παράκλησιν».

Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σὴν σκέπην ὁλοψύχως ἔδραμον, καὶ γόνυ κλίνω Δέσποινα, καὶ θρηνῶ καὶ στενάζω, μή με παρίδῃς τὸν ἄθλιον, τῶν χριστιανῶν καταφύγιον.

Οὐ σιωπήσω τοῦ βοᾶν τρανώτατα τὰ μεγαλεῖα τὰ σά˙ εἰμὴ γὰρ σύ, Κόρη, πάντοτε προΐστασο ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ σου, τὶς ἐκ τοσούτου με κλύδωνος, καὶ δεινῶν κινδύνων ἐρρύσατο;

Κανῶν πρῶτος τοῦ Ἀποστόλου οὗ ἡ ἀκροστιχίς:
«Γεραίρω Θωμᾶν τοῦ Χριστοῦ τὸν αὐτόπτην.»
Γερασίμου.

Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.

Γλωσσοπυρσεύτως τὴν τοῦ θείου Πνεύματος ἀπειληφὼς δωρεάν, ὡς Χριστοῦ αὐτόπτης, καὶ σοφὸς Ἀπόστολος, Θωμᾶ θεομακάριστε, τοῦ νοός μου τὸν ζόφον, θείῳ φωτὶ καταλάμπρυνον, ἵνα κατὰ χρέος ὑμνήσω σε.

Ἐκ νομικῆς ἀναβλαστήσας ἔνδοξε, ῥίζης Ἀπόστολε, τοῦ Εὐαγγελίου ἤνθησας, τὰς χάριτας˙ Χριστὸν γὰρ τὸν ἐκλάμψαντα, Ἰεσσαὶ ἀπὸ ῥίζης, Θεὸν τῶν ὅλων ἐπέγνωκας, ᾧ καὶ ἀκλινῶς ἠκολούθησας.

Ῥώμῃ τῇ θείᾳ λαμπρυνθεὶς Ἀπόστολε, φωτοειδὴς μαθητὴς καὶ ἔνθεος κήρυξ, καὶ λαμπρὸς διάκονος, τοῦ λόγου ἐχρημάτισας, ταῖς αὐτοῦ φωταυγείαις, διαπαντὸς συμμορφούμενος, καὶ θεοειδὴς γνωριζόμενος.

Θεοτοκίον.

Ἀπὸ αἰῶνος ἐκλεκτὴ καὶ ἄμωμος, σὺ προωρίσθης Θεῷ ἐξ ᾗς ἐπ᾿ έσχάτων, ὑπὲρ λόγον ἔλαμψε, σαρκὸς ἐν ὁμοιώματι, καὶ χορὸν Ἀποστόλων, ἐξ ἁλιέων ἀνέδειξεν, Ἄχραντε Παρθένε Πανύμνητε.

Κανὼν δεύτερος τοῦ Ἀποστόλου. Γερασίμου.
Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ὑμνῆσαι τὴν ἔνδοξον, καὶ ἱεράν σου πανήγυριν, τολμῶντι μοι δώρησαι, Θωμᾶ Ἀπόστολε, χάριν ἄνωθεν, καὶ δύναμιν ἐν λόγῳ, ὅπως σοι ἐπάξιον, ᾄσω μελῴδημα.

Μακάριος πάνσοφε, Θωμᾶ ἐδείχθης τῷ πνεύματι˙ διὸ ἠκολούθησας, τῷ σαρκωθέντι Θεῷ, ὅν ἱκέτευε, τοὺς πίστει σε τιμῶντας, ῥυσθῆναι κολάσεως, καὶ Παραδείσου τυχεῖν.

Νοὸς καθαρότητι, κατανοήσας τὸν ἄχρονον, ἐν χρόνῳ γενόμενον Θωμᾶ μακάριε, πάντα ἔλιπες, καὶ τούτῳ ἠκολούθεις, ὅθεν κατηξίωσαι τῆς ἄνω κλήσεως.

Θεοτοκίον.

Ὁ τόκος σου Ἄχραντε, ἐκπλήττει νοῦν καὶ διάνοιαν, βροτῶν πῶς ἐν μήτρᾳ σου, ἐκυοφόρησας, τὸν ἀχώρητον, κόσμῳ παντὶ Παρθένε˙ ἀλλ᾿ οὗν σὲ δοξάζομεν, πιστῶς οἱ δοῦλοι σου.

Καταβασία. Ἀνοίξω τὸ στόμα μου.
ᾨδὴ γ΄. Ὁ Εἱρμός.

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Ἀπορήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σοι˙ πρόφθασον θερμὴ προστασία, καὶ σὴν βοήθειαν, δὸς μοι τῷ δούλῳ σου, τῷ ταπεινῷ καὶ ἀθλίῳ, τῷ τὴν σὴν ἀντίληψιν, ἐπιζητοῦντι θερμῶς.

Ἐθαυμάστωσας ὄντως, νῦν ἐπ᾿ ἐμοὶ Δέσποινα, τὰς εὐεργεσίας σου Κόρη, καὶ τὰ ἐλέη σου˙ ὅθεν δοξάζω σε, καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον, κηδεμονίαν σου.

Καταιγὶς με χειμάζει, τῶν συμφορῶν Δέσποινα, καί τῶν λυπηρῶν τρικυμίαι, καταποντίζουσιν˙ ἀλλὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις, καὶ προστασία μου.

Ἀληθῆ Θεοτόκον, ὁμολογῶ Δέσποινα, σὲ τὴν τοῦ θανάτου τὸ κράτος, ἐξαφανίσασαν˙ ὡς γὰρ φυσίζωος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾍδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.

Τοῦ Ἀποστόλου. Ὁ στερεώσας κατ᾿ ἀρχάς.

Ἱερουργὸς θεοπρεπής, οἰκονομίας τῆς θείας, καὶ σοφὸς μυσταγωγὸς ἀνεδείχθης, καταγγέλων τοῖς ἐν γῇ δικαιοσύνης, ῥήματα καὶ τοῦ Εὐαγγελίου, τοῦ τῆς εἰρήνης τὴν ἔλαμψιν.

Ῥεῖθρα δεξάμενος ζωῆς, ἐκ τῆς πλευρᾶς τῆς ἀχράντου, τοῦ νεκρώσαντος θανάτου τὸ κράτος, ἀειζώους ποταμούς, θεοσοφίας ἔβλυσας, κραυγάζων τοῖς ἐν κόσμῳ˙ ὁ Ζωοδότης ἐγήγερται.

Ὡραιωθεὶς τῇ ἐπαφῇ, πλευρᾶς χειρῶν καὶ ποδῶν τε, τοῦ ὡραίου παρὰ πάντας ἀνθρώπους, ἐκκαθαίρεις τῶν ψυχῶν, τὸν ῥύπον θείῳ χρίσματι, καὶ ταύτας ὡραΐζεις, πνευματικαῖς διαδόσεσι.

Θεοτοκίον.

Θρόνος πυρίμορφος Θεοῦ, καὶ φωτοφόρος καθέδρα, καθωράθης τοῦ Δεσπότου τῶν ὅλων, Θεομῆτρο Μαριάμ˙ ἐν σοῖ γᾶρ ὁ Ὑπέρθεος, σωματωθεὶς ὡς βρέφος, προσανεκλίθη καὶ ὕπνωσε.

Κανὼν δεύτερος τοῦ Ἀποστόλου. Οὐκ ἐν σοφία.

Ἀρετῆς κάλλει, διαπρέπων θεόπτα καὶ θαύμασι, τῶν Ἰνδῶν τὸ δυσειδές, φωτὶ τῷ θείῳ κατηύγασας, πίστει καὶ ἐφαίδρυνας, τούτων τὴν ζόφωσιν.

Ἀπὸ τῆς αἴγλης, πυρσωθεὶς αὐτουργίᾳ τοῦ Πνεύματος, ὡς βολὶς θεοφεγγής, ἐξαπεστάλης θεόληπτε, καὶ κόσμον ἐφώτισας, Θωμᾶ τοῖς θαύμασι.

Μεμυημένος, τῆς ἐνθέου σοφίας τὰ δόγματα, ὥσπερ τάχος ἀστραπῆς, διερχομένης Ἀπόστολε, Θωμᾶ κατελάμπρυνας, κόσμου τὰ πέρατα.

Θεοτοκίον.

Ἀπειρόγαμε, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον˙ οὐ γὰρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.

Καταβασία. Τοὺς σοὺς ὑμνολόγους.

Κάθισμα. Ἦχος πλ. δ΄.
Τὴν Σοφίαν καὶ Λόγον. Μηναίου

Τῇ σαγήνῃ τῶν λόγων τῶν θεϊκῶν, τοὺς ἰχθύας ζωγρήσας τοὺς λογικούς, τούτου προσενήνοχας, ἀπαρχὴν τῷ Θεῷ ἡμῶν˙ καὶ τοῦ Χριστοῦ τὰ στίγματα, ποθῶν ἐπενδύσασθαι, μιμητὴς τοῦ πάθους, αὐτοῦ πεφανέρωσαι˙ ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Ἀπόστολε ἔνδοξε, τὴν πανέορτον μνήμην σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα, καὶ νῦν. Θεοτοκίον. Μηναίου

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωτεινήν, νεφέλην ὑμνήσωμεν, βάτον τὴν ἀκατάφλεκτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν,τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον˙ ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῆς ἀρᾶς τοῦ προπάτορος˙ ᾗ καὶ πίστει βοήσωμεν. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

ᾨδὴ δ΄. Ὁ Εἱρμός.

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος˙ διὸ σύν τῷ προφήτῃ, Ἀββακοὺμ σοὶ κραυγάζω˙ Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Καὶ ποῦ λοιπὸν ἄλλην εὑρήσω ἀντίληψιν; ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι; τίνα θερμὴν ἔξω βοηθόν, θλίψεσι τοῦ βίου καὶ ζάλαις οἴμοι! κλονούμενος; Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαρρῶ καὶ καυχῶμαι, καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.

Τὸν ποταμόν, τὸν γλυκερὸν τοῦ ἐλέους σου, τὸν πλουσίαις δωρεαῖς δροσίσαντα, τὴν παναθλίαν καὶ ταπεινήν, Πάναγνε ψυχήν μου, τῶν συμφορῶν καί τῶν θλίψεων, καμίνῳ φλογισθεῖσαν, μεγαλύνω κηρύττω, καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.

Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος ἀπροσμάχητον, καταφυγήν, σκέπην κραταιάν, ὅπλον σωτηρίας˙ μὴ με παρίδῃς τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις.

Πῶς ἐξειπεῖν, σοῦ κατ᾿ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; Ἀλλ᾿ ὢ τῆς σῆς προνοίας, καί τῆς εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα.

Τοῦ Ἀποστόλου. Ὁ αὐτός.

Ὡς ἀστραπή, ἐκ τῆς Σιὼν ἀνατέταλκας, τοῖς ἐν σκότει, καὶ σκιᾷ καθεύδουσι, τῆς ἀγνωσίας καὶ τῶν παθῶν, οὕς καταφωτίσας, υἱοὺς ἡμέρας ἀνέδειξας, Ἀπόστολε θεόπτα, καὶ φωτὸς κληρονόμους, καὶ μετόχους τῆς ἄνω λαμπρότητος.

Μετ᾿ εὐσεβοῦς, καρδίας καὶ διαθέσεως, καὶ ἀγάπης, Θωμᾶ τελειότητι, ἀνερευνήσας τὴν τοῦ Χριστοῦ, πλευρὰν τῇ χειρί σου, σοφίας θείας καὶ χάριτος, δογμάτων οὐρανίων, ἐνεπλήσθης κραυγάζων˙ Σὺ Θεός μου ὑπάρχεις καὶ Κύριος.

Ἀκηκοώς, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, ὁλοψύχως, τῆς φωνῆς Ἀπόστολε, νόμου κατέλιπες τὴν σκιάν, καὶ πατρὸς τὴν σχέσιν, ὑπεριδὼν καἰ τὰ δίκτυα, αὐτῷ προσεκολλήθης, ἐκ δυνάμεως θείας, πρὸς τελείαν προβαίνων ἀνάβασιν.

Θεοτοκίον.

Νόμοι ἐν σοί, φύσεως Ἄχραντε ἤργησαν˙ τὀν γὰρ Κτίστην, καὶ Θεὸν ἐκύησας, ἄνευ σπορᾶς, ἄνευθεν φθορᾶς, καὶ τῆς παρθενίας, τὴν φωταυγίαν διέσωσας˙ διὸ σε Θεοτόκον, ἀληθῆ ἐγνωκότες, τὴν σὴν δόξαν λαμπρῶς μεγαλύνομεν.

Δεύτερος. Ὁ καθήμενος ἐν δόξῃ.

Τῇ μεγίστῃ τῶν θαυμάτων, ἐπιδείξει χρησάμενος, καὶ δογμάτων θείων, δόξαν τηλαυγῶς ἐκτιθέμενος, τὴν οἰκουμένην ἐπέσχες τῷ κηρύγματι, τὴν κραυγάζουσαν˙ Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ὡς αὐτόπτην σε τοῦ Λόγου, ὑπηρέτην τε ἔνθερμον, καὶ τῆς τούτου δόξης, καὶ μεγαλειότητος μάρτυρα, καὶ ὡς πιστὸν οἰκονόμον καὶ Ἀπόστολον, εὐφημοῦμέν σε, μάκαρ Θωμᾶ πανσεβάσμιε.

Νυμφικὴν ὥσπερ παστάδα, καὶ σκηνὴν ἐπουράνιον, ὑποβάθραν λίθον, ἀκρογωνιαῖον πηξάμενος, ἐπῳκοδόμησας μάκαρ παναοίδιμε, Ἀποστόλων ἀκρότης, Θωμᾶ τοῖς πιστεύουσι.

Θεοτοκίον.

Γῆν ἀνήροτον καὶ στάχυν, τῆς ζωῆς γεωργήσασαν, καὶ νεφέλην κούφην, ὄμβρον ζωοδότην πηγάσασαν, τὴν παναγίαν Παρθένον ὀνομάζομεν, οἱ κραυγάζοντες· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Καταβασία. Τὴν ἀνεξιχνίαστον.
ᾨδὴ ε΄. Ὁ Εἱρμός.

Ἵνα τὶ με ἀπώσω, ἀπό τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Εὐχαρίστως βοῶ σοι, χαῖρε Μητροπάρθενε˙ χαῖρε, Θεόνυμφε˙ χαῖρε θεία σκέπη˙ χαῖρε, ὅπλον καὶ τεῖχος ἀπόρθητον˙ χαῖρε, προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.

Οἱ μισοῦντες με μάτην, βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι, τὸ πανάθλιον σῶμα σπαράξαι μου, καὶ καταβιβάσαι, πρὸς γῆν Ἁγνὴ ἐπιζητοῦσιν˙ ἀλλ᾿ ἐκ τούτων προφθάσασα σῶσόν με.

Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου, καὶ βλάβης με λύτρωσαι˙ καὶ τῇ σῇ δυνάμει, ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, καὶ μισούντων με, Κόρη Πανύμνητε.

Τὶ σοι δῶρον προσάξω, τῆς εὐχαριστίας ἀνθ᾿ ὧνπερ ἀπήλαυσα, τῶν σῶν δωρημάτων, καὶ τῆς σῆς ἀμέτρητου χρηστότητος; Τοιγαροῦν δοξάζω, ὑμνολογῶ, καὶ μεγαλύνω, σοῦ τὴν ἄφατον πρός με συμπάθειαν.

Τοῦ Ἀποστόλου. Ὁ αὐτός.

Τὴν τοῦ Πενύματος χάριν, ἐν τῷ ὑπερώῳ Θωμᾶ ὑποδέδεξαι, τοῦ πυρὸς ἐν εἴδει, καὶ τὴν θείαν ἐνδέδυσαι δύναμιν˙ ὅθεν τῆς κακίας, καταναλώσας τὴν μανίαν, εὐσεβείας τὴν δύναμιν ἔφανας.

Ὁλικῶς καθυπείκων, τοῖς τοῦ Διδασκάλου Ἀπόστολε νεύμασιν, εἰς Ἰνδῶν τὴν χώραν, ὡς βολὶς ἀπεστάλης ἐκλάμπουσα, τῆς Ὑπερουσίου, καὶ Τρισηλίου Θεαρχίας, τὴν Θεότητα λόγοις καὶ πράξεσι.

Ὑψηλῇ διανοίᾳ, τοὺς ταπεινωθέντας ἐπάρσει τοῦ ὄφεως, πρὸς θεογνωσίας, τὴν ἀκρότητα πίστει ἀνύψωσας˙ σὺ γὰρ τοῦ Σωτῆρος, ἐκδιηγούμενος τὴν δόξαν, οὐρανὸς λογικὸς ἀναδέδειξαι.

Θεοτοκίον.

Χαῖρε σύνδενδρον ὄρος, καὶ τετυρωμένον καὶ πῖον ἐν Πνεύματι˙ χαῖρε πλατυτέρα, οὐρανῶν καὶ πάσης τῆς κτίσεως˙ χαῖρε τῶν Ἀγγέλων, καὶ Ἀποστόλων ἡ λαμπρότης, Θεοτόκε Παρθένε Πανύμνητε.

Δεύτερος. Ἐξέστη τὰ σύμπαντα.

Τὰς τρήσεις ψηλάφησον, παθῶν μου καὶ τοὺς μώλωπας, ἔφη ὁ Χριστὸς διδοὺς εἰρήνην, Θωμᾶ καὶ δεῦρο μὴ γίνου ἄπιστος, ἀλλὰ πιστωθεὶς τὴν ἐκ νεκρῶν, κήρυξον ἀνάστασιν, καὶ τριήμερον ἔγερσιν.

Ὢ θαῦμα ἔξαίσιον, ὑπερφυὲς τεράστιον! Πῶς πυρὸς ἐφάπτεται ὁ χόρτος; Θεὸς ὁ δράσας ὁ ἐκ νεκρῶν ἀναστάς, θέλων τοὺς ἀνθρώπους ἐκ χειρός, πλάνου ἐκλυτρώσασθαι, τοῦ δεινοῦ πολεμήτορος.

Θωμᾶς πίστει ἔκραζε, θείαν πλευράν αἰσθόμενος, Κύριος ὑπάρχεις καὶ Θεός μου˙ νῦν μεγαλύνω πάθη τὰ πάνσεπτα, ταφήν σου καὶ ἔγερσιν Χριστέ, μόνε Παντοδύναμε, Λυτρωτὰ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον.

Ὡράθης Θεόνυμφε, Θεοῦ τοῦ πανοικτίρμονος, ἔμψυχον παλάτιον καὶ θρόνος, ἐν τῇ γαστρί σου Χριστὸν βαστάσασα, καὶ ἐδείχθης Κόρη οὐρανῶν, πλατυτέρα Δέσποινα, καὶ Κυρία τῆς κτίσεως.

Καταβασία. Ἐξέστη τὰ σύμπαντα
ᾨδὴ στ’. Ὁ Εἱρμός.

Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις˙ ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς˙ Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Τὰ νέφη, τῶν λυπηρῶν ἐκάλυψαν, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμὸν ἐμποιοῦσι μοι Κόρη, ἀλλ᾿ ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτον, ἀπέλασον ταῦτα μακράν, τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου.

Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα, καί τῶν νόσων ἰατρὸν σε γινώσκω, καὶ παντελῆ συντριμμὸν τοῦ θανάτου, καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον, καὶ πάντων τῶν ἐν συμφοραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.

Οὐ κρύπτω σου, τὸν βυθὸν τοῦ ἐλέους, καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων, καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως, τῆς πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα˙ ἀλλ᾿ ἅπασιν ὁμολογῶ, καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.

Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει τῶν θλίψεων˙ ἀλλ᾿ εὕροιμί σε βοηθόν, καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.

Τοῦ Ἀποστόλου. Ἱλάσθητί μοι Σωτήρ.

Ῥημάτων σου ἡ βροντή, εἰς πάντα κόσμον ἐξέλαμψε, καὶ καρδιῶν τοῖς ὠσίν, Ἀπόστολε ἤχησε, Χριστοῦ καταγγέλλουσα, τὴν οἰκονομίαν, καἰ τὰ πάθη καὶ τὴν ἔγερσιν.

Ἰδόντες οἱ ἐν νυκτί, τῆς ἀθεΐας προσκείμενοι, τοῦ βίου σου τὸ λαμπρόν, καὶ τῶν θαυμασίων σου, τὴν αἴγλην Ἀπόστολε, τῆς δικαιοσύνης, τῷ Ἡλίῳ προσηρμόσθησαν.

Στόμα ἐδείχθης Θεοῦ, πλῆρες σοφίας καὶ γνώσεως, καὶ φάρυγγος τοῦ ἐχθροῦ, καρδίας ἀνείλκυσας, σαγήνη τοῦ λόγου σου, καὶ τῷ Διδασκάλῳ, ὡς ὀψώνιον προσήγαγες.

Θεοτοκίον.

Τὴν φύσιν τῶν γηγενῶν, ἐκ σοῦ Ἁγνὴ προσλαβόμενος, ὁ πάντα ἐκ μηδενός, στησάμενος πρότερον, τὸν Ἀδάμ ἀνέπλασε, καὶ τῶν Ἀποστόλων, τὴν χορείαν ἐμεγάλυνε.

Δεύτερος. Τὴν θείαν ταύτην.

Μακάριόν σε γινώσκομεν, Θωμᾶ καὶ Ἀποστόλων ἀγλάϊσμα˙ σὺ γὰρ ἠξίωσαι, πλευρᾶς Δεσπότου ἐφάψασθαι, καὶ Θεοτόκου Ζώνην, δῶρον κομίσασθαι.

Ἀγγέλων ἥκω μυστήριον, Θωμᾶς τοῖς Ἀποστόλοις ἐβόησεν, ὡς ἡ Μητρόθεος, ἐκ γῆς μετέστη σὺν σώματι, καἰ σὺν Υἱῷ τὰ ἄνω, οἰκεῖ βασίλεια.

Νυνὶ Θωμᾶς ἀγαλλόμενος, θαυμάτων ὡς τεθέαται ὕψιστα, κηρύσσων ἅπασι, τὸν ἀναστάντα Θεάνθρωπον, καὶ τὴν αὐτοῦ Μητέρα, Θεογεννήτριαν.

Θεοτοκίον.

Τὴν μόνην μόνον κυήσασαν, Θεὸν καὶ Βασιλέα τῆς κτίσεως, σὲ μεγαλύνομεν, ὑμνολογούντες σε Δέσποινα, τὴν τῶν πιστῶν προστάτιν Παντοβασίλισσα.

Καταβασία. Τὴν θείαν ταύτην.

Κοντάκιον Ἦχος δ΄. Ἐπεφάνης σήμερον. Μηναίου.

Ὁ τῆς θείας χάριτος πεπληρωμένος, τοῦ Χριστοῦ Ἀπόστολος, καὶ ὑπηρέτης ἀληθής, ἐν μετανοῖᾳ ἐκραύγαζε˙ Σύ μου ὑπάρχεις, Θεός τε καὶ Κύριος.

Ὁ Οἶκος

Πρὸς τὸν Χριστοῦ Μαθητήν, καὶ μέγαν μυστολέκτην, Θωμᾶν τὸν θεηγόρον τοῦ Πέτρου ἐκβοῶντος, «Ἑωράκαμεν τὸν Κύριον», ἔφησεν οὗτος. «Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσίν αὐτοῦ τὸν τύπον τῶν ἥλων, ψηλαφήσω δὲ καὶ τὴν πλευράν, οὐ μὴ πιστεύσω». Ἀλλ᾿ ὁ Κτίστης τῶν ἁπάντων καὶ Δεσπότης, ὥσπερ δοῦλος ἐλήλυθε, θέλων πάντας σῶσαι, καὶ λέγει τῷ Θωμᾷ˙ «Ψηλάφησον χειρῶν καὶ πλευρὰς τοὺς τύπους, καὶ μὴ ἀπίστει˙ ἐγὼ γὰρ εἰμι Κύριος ὁ Θεός σου». Ὁ δὲ ἐν μετανοίᾳ ἐβόησε˙ «Σύ μου ὑπάρχεις, Θεός τε καὶ Κύριος».

Τῇ στ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἐνδόξου καὶ Πανευφήμου Ἀποστόλου Θωμᾶ.

Στίχ. Ὁ χεῖρα πλευρᾷ σῇ βαλεῖν ζητῶν πάλαι,
Πλευρὰν ὑπὲρ σοῦ νύττεται Θωμᾶς Λόγε.
Δούρασιν οὐτάσθη Θωμᾶς μακροῖσιν ἐν ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς ἁγίας μάρτυρος Ἐρωτηΐδος.

Στίχ. Ἐρωτηΐδα πυρπολοῦσι παρθένον,
Ἔρωτι Χριστοῦ τὴν προπυρπολουμένην.

Ὁ ἅγιος νέος Ὁσιομάρτυς Μακάριος, ὁ ἐκ Κίου μὲν τῆς Βιθυνίας καταγόμενος, ἐν Προύσῃ δὲ μαρτυρήσας, λιθοβοληθεὶς πρότερον, ὕστερον ξίφει τελειοῦται κατὰ τὸ ἔτος 1590.

Στίχ. Μακάριος πρὶν ὤν κατὰ κλῆσιν, μάκαρ,
Νῦν κατὰ πεῖραν ἀνεδείχθης ἐκ ξίφους.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανὼν τῆς Θεοτόκου.
ᾨδὴ ζ΄. Ὁ Εἱρμός.

Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες˙ Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Φῶς ἡ τεκοῦσα, Θεοτόκε, σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων, φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον, τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα πόθῳ σε δοξάζω.

Σκέπη γενοῦ καὶ προστασία, καὶ ἀντίληψις καὶ καύχημα Παρθένε, γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας, ἀβοηθήτων δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων.

Ὅλῃ ψυχῇ καὶ διανοίᾳ, καὶ καρδίᾳ σε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῶν σῶν μεγάλων χαρισμάτων, ἀλλ᾿ ὢ τῆς σῆς χρηστότητος, καὶ ἀπείρων σου θαυμάτων!

Βλέψον ἱλέῳ ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω˙ καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ σου ἐλέει.

Τοῦ Ἀποστόλου. Θεοῦ συγκατάβασιν.

Οὐράνιον ἔλλαμψιν, καθάπερ θώρακα περιθέμενος, ἀφθαρσίας ἀκτίνας, σαφῶς ἀστράπτεις Θωμᾶ Ἀπόστολε, καταυγαζούσας πιστῶν τὴν διάνοιαν, καὶ τοῦ ἐχθροῦ τὴν ἀχλύν, ἀπελαυνούσας ἀεί.

Ὑπάρχων ἀνάπλεως, τῶν χαρισμάτων τοῦ Θείου Πνεύματος, ἐν Ἰνδοῖς τε καὶ Πάρθοις, Μήδοις καὶ Πέρσαις Χριστοῦ τὸ ὄνομα, εὐηγγελίσω Θωμᾶ παναοίδιμε, διὰ λουτροῦ ἱεροῦ, ἀνακαινίσας λαούς.

Τῷ Λόγῳ ἑνούμενος, ᾧ ἐλειτούργεις πιστῶς Ἀπόστολε, ἐνεπλήσθης τῷ φίλτρῳ, ἐκ τοῦ ἐνθέου αὐτοῦ πληρώματος˙ διὸ ἔβόας θερμῶς τοῖς συμμύσταις σου˙ δεῦτε ὦ φίλοι ὁμοῦ, σύν τούτω θάνωμεν.

Θεοτοκίον.

Οὐδόλως κατέλιπες, τὴν Πατρικήν σου μονὴν φιλάνθρωπε, ὁλικῶς δὲ ἐν μήτρα, τῆς σῆς Πανάγνου Μητρὸς κατῴκησας˙ ὤ τῆς ἀφράστου πτωχείας σου Κύριε! Δι᾿ ἧς πλουτίζεις ἐμέ, δεινῶς πτωχεύσαντα.

Δεύτερος. Οὐκ ἐλάτρευσαν.

Οὐκ ἐνάρκησαν, τὰ ἔθνη πρὸς ἐπίγνωσιν, ἐλθεῖν τῆς πίστεως, ὅτε Θωμᾶς ὁ σεπτός, ἐτέλει θαυμάσια, Πνεύματος χάριτι, δυναμούμενος, ἀλλὰ πιστῶς ἐκραύγαζον˙ Ὁ Θεός εὐλογητὸς εἶ.

Νεκρωθέντα, τὸν ἀπάτῃ θανατώσαντα, τὸν πρὶν πρωτόπλαστον, τῇ ἀναστάσει Χριστοῦ, Θωμᾶς ὁ θεσπέσιος, βοῶν ἐκήρυττεν, ᾧ ἐπόμενοι, ἐν ὕμνοις ἀναμέλπομεν˙ Ὁ Θεός εὐλογητὸς εἶ.

Θαῦμα μέγιστον, ὁρᾶται καὶ ἐξαίσιον! Πῶς Σταυροῦ χάριτι, θαυματουργῶν ἐν Χριστῷ, οὐ λόγων λαμπρότητι, λαοὺς ἐφώτισε, καὶ ὡδήγησε, Χριστοῦ πρὸς πίστιν ἔνθεον, ὁ Θωμᾶς ὁ θεηγόρος.

Θεοτοκίον.

Εὐφημοῦμεν σε, δοξάζοντές σε Δέσποινα, Μῆτερ τοῦ Κτίσαντος, ἔθνη λαοὶ καὶ φυλαί, καὶ πάντα γῆς πέρατα, καὶ τὰ οὐράνια, προσκυνοῦντες σου, τὸν θεῖον τόκον Πάναγνε, διὰ σοῦ ζωὴν εὑρόντες.

Καταβασία. Οὐκ ἐλάτρευσαν.
ᾨδὴ η΄. Ὁ Εἰρμός.

Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸν τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοῦς αἰῶνας.

Διὰ σπλάγχνα ἐλέους σου, Παρθένε, μὴ παρίδῃς σεμνή, ποντούμενόν με σάλῳ βιοτικῶν κυμάτων˙ ἀλλὰ δίδου μοι χεῖρα βοηθείας καταποντουμένῳ κακώσεσι τοῦ βίου.

Περιστάσεις, καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με Ἁγνή, καὶ συμφοραί τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν˙ ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπῃ.

Ἐν ταῖς ζάλαις ἐφεῦρον σε λιμένα˙ ἐν ταῖς λύπαις, χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν˙ καὶ ἐν τοῖς κινδύνοις, ῥύστιν καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.

Χαῖρε, θρόνε πυρίμορφε Κυρίου, χαῖρε, θεία καὶ μανναδόχε στάμνε, χαῖρε, χρυσῆ λυχνία, λαμπὰς ἄσβεστε, χαῖρε, τῶν παρθένων δόξα καὶ μητέρων, ὡράϊσμα καὶ κλέος.

Τοῦ Ἀποστόλου. Ἑπταπλασίως κάμινον.

Νομοθετῶν εὐσέβειαν, καὶ κηρύττων ἐπίγνωσιν, καὶ υἱοθεσίαν καταγγέλων ἔνθεον, ἀνθρώπους ἐξήγειρας, ἐκ λάκκου ματαιότητος, πρὸς ἀθανασίας, ἀληθῆ μετουσίαν, Θωμᾶ ἀνακραυγάζων˙ Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Αὐτοσοφίας ὄργανον, ἀνεδείχθης Ἀπόστολε, τῆς θεοσεβείας μελῳδοῦν τὰς χάριτας, καὶ πάντας συνήθροισας, πρὸς συμφωνίαν ἔνθεον, τῷ Δημιουργῷ, ἐν ἀλξθείᾳ λατρεύειν, καὶ πίστει ἀνακράζειν˙ Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὑφηγητὴς πανάριστος, καὶ ἐκφάντωρ θεόσοφος, τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ γενόμενος, Ἰνδῶν τὴν διάνοιαν, θείῳ φωτὶ κατηύγασας, καὶ νυμφαγωγήσας, τὴν ἐκεῖ Ἐκκλησίαν, Χριστῷ ἀνακραυγάζεις˙ Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Τριάδα τὴν Ἁγίαν.

Θεοτοκίον.

Τόμος Ἁγνὴ καινότατος, τῷ Προφήτῃ τεθέασαι, ἐπεσφραγισμένος καὶ Θεῷ τηρούμενος˙ ἐν σοὶ γὰρ ἐγγέγραπται, ὁ Λόγος ὁ προάναρχος, καὶ σαρκὸς τὸ εἶναι, ἐξ αἰμάτων σου θείων, λαβὼν βροτὸς ὡράθη, καὶ βροτῶν τὰ ὀνείδη, ἀφείλετοΠαρθένε, ὡς μόνος εὐεργάτης.

Δεύτερος. Παῖδας εὐαγεῖς.

Ἀγάπῃ Θεῷ συγκεκραμένος, τὸν θάνατον μέτ᾿ αὐτοῦ μάκαρ ἐπόθησας, τοῖς συναποστόλοις σου, ἄγωμεν φθεγξάμενος, καὶ σὺν αὐτῷ τὸν θάνατον καταδεξώμεθα. Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑμᾶς ὁ Χριστὸς τοὺς Ἀποστόλους, νεφέλας τῆς οὐρανίου βροχῆς ἔδειξεν, ὄμβροις ἐπικλύζοντας, θείας ἐπιγνώσεως, τὰς Ἐκκλησίας πάνσοφοι, καὶ καταρδεύοντας, καὶ Κύριον ὑμνεῖτε βοῶντας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεῷ ὁμιλῶν σεσαρκωμένῳ, σαρκὸς ἐπιλελησμένος ἐναπέφηνας, τὴν δὲ ὑπερκόσμιον, θέωσιν ἐπλούτησας, τῇ πρὸς Θεὸν ἐγγύτητι θεοποιούμενος, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Μώμων καθαρὰ καὶ μολυσμάτων, καὶ πάσης ἁγιωσύνης οὖσα τέμενος, Λόγον τὸν πανάγιον, πάντας ἁγιάζοντα, τὸν τῷ Πατρὶ συνάναρχον ἐκυοφόρησας˙ διὸ σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.

Καταβασία. Παῖδας εὐαγεῖς.
ᾨδὴ θ΄. Ὁ Εἱρμός.

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν˙ διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

Πρὸς τίνα καταφύγω ἄλλην Ἁγνὴ; ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι; ποῦ πορευθῶ; ποίαν δὲ ἐφεύρω καταφυγήν; ποίαν θερμὴν ἀντίληψιν; ποῖον ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω, εἰς σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαρρῶν κατέφυγον.

Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα τὰ σὰ Θεονύμφευτε, καὶ τὸν βυθόν, τὸν ἀνεξερεύνητον ἐξειπεῖν, τῶν ὑπὲρ νοῦν θαυμάτων σου, τῶν τετελεσμένων διηνεκῶς, τοῖς πόθῳ σε τιμῶσι, καὶ πίστει προσκυνοῦσιν, ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.

Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν σου πᾶσιν ὁμολογῶ καὶ τὰς εὐεργεσίας σου, ἂς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω, μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.

Τὴν δέησίν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα, καὶ στεναγμόν, ἀλλ᾿ ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσον˙ δύνασαι γάρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.

Τοῦ Ἀποστόλου. Ὁ αὐτός.

Ὁ λόγος σου ὡς δρόσος ἑωθινή, ἀνεδείχθη θεόφρον Ἀπόστολε, τοῖς ἐν αὐχμῷ, κατακρατηθεῖσι τοῦ δυσμενοῦς, καὶ τῶν παθῶν τοῖς ἄνθραξι, καταφλεγομένοις διὰ παντός˙ Χριστὸν ἐν καρδίᾳ, κτησάμενος λαλοῦντα, ὕδωρ ἐκβλύζεις τὸ ἁλλόμενον.

Πιάνας ταῖς ἀρδείαις ταὶς νοηταῖς, τὰς ψυχὰς τῶν ἀνθρώπων Ἀπόστολε, σπόρον ζωῆς ταύταις κατεβάλου θεοπρεπῶς, ἐξ ὧν καὶ ἀνεβλάστησαν, στάχυες χαρίτων ὑπερφυῶν, Θωμᾶ τὴν Ἐκκλησίαν, εὐφραίνοντες τοῦ Λόγου, καὶ θεοφρόνως διατρέφοντες.

Ἡ μνήμη σου ἡ θεία καὶ φωταυγής, ὑπὲρ ἥλιον σήμερον λάμψασα, πᾶσαν τὴν γῆν, ταῖς τῶν ἰαμάτων μαρμαρυγαῖς, ἐνθέως κατελάμπρυνε, σκότος ἀπελάσασα ζοφερόν˙ ἐν ᾗ σε συνελθόντες, Θωμᾶ ἀνευφημοῦμεν, ὡς Ἀποστόλων ἀκροθίνιον.

Θεοτοκίον.

Ἱλέωσαι Παρθένε τὸν σὸν Υἱόν, ὑπὲρ πάντων τῶν πόθῳ ὑμνούντων σε, ὡς Ἀγαθή, ἔχουσα συμπρέσβυν τὸν ἱερόν, Θωμᾶν τε τὸν Ἀπόστολον, ἵνα ἀξιώσῃς ἐπιτυχεῖν, ἡμᾶς τοῦ Παραδείσου, δοξάζοντας ἀπαύστως, Πατέρα, Λόγον, Πνεῦμα Ἅγιον.

Δεύτερος. Ἅπας γηγενής.

Ὁ θεοειδής, καὶ θεῖος Ἀπόστολος, Θωμᾶς ὁ ἔνδοξος, σήμερον πανήγυριν, κροτεῖ εὐφρόσυνον καὶ ἑόρτιον˙ δεῦτε οὖν ἀγαλλόμενοι, τῶν μοναζόντων χορός, πόθῳ τοῦτον, ὕμνοις καταστέψωμεν, πνευματέμφορα ᾄδοντες ᾄσματα.

Νῦν χαρμονικῶς, χορεῦει γηθόμενος, τῶν Ἀποστόλων χορός, ἄνθρωποι εὐφραίνονται, καὶ σὺν Ἀγγέλοις μίαν πανήγυριν, κροτοῦσι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, προεξάρχει, δὲ τῆς πανηγύρεως, ὁ Θωμᾶς Ἀποστόλων τὸ καύχημα.

Πάτερ καὶ Υἱέ, καὶ Πνεῦμα τὸ Ἅγιον, ὁ εἷς Θεός τοῦ παντός, ταῖς τοῦ Ἀποστόλου σου, λιταῖς ἐνθέρμοις πιστοὺς ἱκέτας σου ῥῦσαι πυρὸς κολάσεως καὶ βασιλείας τῆς σῆς, καὶ τὸ θεῖον κάλλος ἐνοπτρίζεσθαι, καταξίωσον μόνε φιλάνθρωπε.

Θεοτοκίον.

Σῶσον τοὺς εἰς σέ, ἐλπίζοντας, Δέσποινα καὶ αἰτουμένους σου, τὴν θερμὴν ἀντίληψιν, καὶ γὰρ τὸ θέλειν ἔχεις καὶ δύνασαι, ὡς Μήτηρ τοῦ Παντάνακτος καὶ Παντοκράτορος, καὶ μελλούσης, λύτρωσαι κολάσεως, καὶ ζωῆς μακαρίας ἀξίωσον.

Καταβασία. Ἅπας γηγενής.
Ἔξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Μηναίου.

Αὐτόπτα καὶ Ἀπόστολε, Χριστοῦ τοῦ πανοικτίρμονος, εἰρήνην δώρησαι πάσῃ, τῇ οἰκουμένῃ καὶ νίκας, τῷ φιλοχρίστῳ Ἄνακτι, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ σωτηρίαν αἴτησαι, τοῖς σὲ Θωμᾶ εὐφημοῦσιν, ὡς Μαθητὴν θεηγόρον.

Ἕτερον, ὅμοιον.

Χριστὸς ὁ μέγας Ἥλιος, ἀκτῖνά σε πολύφωτον, ἐν τῇ Ἰνδίᾳ ἐκπέμπει, τὴν ζοφερὰν πλάνην μύστα, συντόνως ἐκδιώκοντα, Θωμᾶ σοφὲ Ἀπόστολε, καὶ τοὺς λαοὺς φωτίζοντα, Τριάδα σέβειν τὴν θείαν, παρ᾿ ἧς φρουρούμεθα πάντες.

Θεοτοκίον.

Πανάμωμε Μητρόθεε, τὸ μέγα περιήχημα, τῶν Ἀποστόλων Μαρτύρων, καὶ Προφητῶν καὶ Ὁσίων, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἱλέωσαι τοῖς δούλοις σου, ἡμῖν Θεογεννήτρια, ὅταν καθήσῃ τοῦ κρῖναι, τὰ κατ᾿ ἀξίαν ἑκάστῳ.

Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἀποστόλου. Μηναίου.

Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τῆς πλευρᾶς ἐφαψάμενος, τοῦ Δεσπότου πανόλβιε, τῶν καλῶν κατείληφας τὸ ἀκρότατον˙ ὥσπερ γὰρ σπόγγος τὰ νάματα, ἐκεῖθεν ἑξήντλησας, τὴν πηγὴν τῶν ἀγαθῶν, καὶ ζωὴν τὴν αἰώνιον, καὶ ἐπότισας, χερσωθείσας καρδίας ἀγνωσίᾳ, τοῦ Θεοῦ θεογνωσίας, ἀναπηγάζων τὰ δόγματα.

Τῇ πιστῇ ἀπιστίᾳ σου, τοὺς πιστοὺς ἐβεβαίωσας, ὡς Θεὸν καὶ Κύριον πάσης κτίσεως, θεολογεῖν ἐπαρξάμενος, τὸν σάρκα φορέσαντα, δι᾿ ἡμᾶς τοὺς ἐπὶ γῆς, καὶ Σταυρόν τε καὶ θάνατον ὑπομείναντα, καὶ τὰς τρήσεις τῶν ἥλων, καὶ τῇ λόγχῃ, τὴν πλευρὰν διανυγέντα, ἐξ ἦς ζωὴν ἀρυόμεθα.

Προσόμοια ὅμοια. Γερασίμου.

Τῷ ἀρότρῳ τῆς χάριτος, μυστικῶς ἔγεώργησας, τῶν βροτῶν Ἀπόστολε τὴν διάνοιαν, καὶ εὐσεβείας κατέβαλες, ἐν ταύταις τὰ σπέρματα, τῷ κηρύγματι τῷ σῷ, ἐκρίζωσας τοῦ χείρονος, τὰ βλαστήματα, ὡς αὐτόπτης καὶ θεῖος ὑποφήτης, καὶ διάκονος Κυρίου, τοῦ σὲ Θωμᾶ θαυμαστώσαντος.

Ὁ Θωμᾶς ὁ θαυμάσιος, τὴν πηγὴν ἀνεστόμωσε, τῶν δογμάτων Δέσποτα τοῖς θεόφροσι˙ τὴν γὰρ πλευρὰν ψηλαφήσας σου, διπλὴν τὴν ἐνέργειαν, ταῖς οὐσίαις ταῖς διτταῖς, καταλλήλως μεμύηται, καὶ ἐβόησε˙ Σὺ Θεός μου ὑπάρχεις καὶ Δεσπότης, σὺ καὶ Κύριος τῆς δόξης, ὁ δι᾿ ἐμὲ σάρξ γενόμενος.

Δόξα Πατρί…

Ἦχος πλ. α΄. Γερασίμου.

Τῆς ἁλείας τὴν εὐτέλειαν, ὑπεριδὼν Ἀπόστολε, τῆς εὐσεβείας ἐμυήθης τὴν ἀκρίβειαν˙ σὺ γὰρ ἀκολουθήσας Χριστῶ, τῆς οὐρανίου γνώσεως παρ᾿ αὐτοῦ τὴν ἐπιστήμην ἐκτήσω˙ ὅθεν τῷ ἁλιευτικῷ λόγῳ σου, ἐκ τῆς κοσμικῆς θαλάσσης, πρὸς λιμένας τοῦ θείου θελήματος, τοὺς ἀνθρώπους ἐσαγήνευσας˙ εἰς πᾶσαν γὰρ γῆν ἐξελθὼν ὁ φθόγγος σου, τῆς οἰκουμένης τὰ πέρατα, τῶν ῥημάτων σου πυρσεύει τῇ αἴγλη˙ καὶ πρεσβεύεις Κυρίῳ, Θωμᾶ πανεύφημε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν καὶ ἀεί…

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη, Ἀπολυτίκιον καὶ Ἀπόλυσις.

———

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Τὰ Τυπικά, οἱ Μακαρισμοί, ἐν οἷς αἱ ᾨδαὶ ἐκ τῶν Κανόνων ὡς ἑξῆς:

ᾨδὴ γ΄. Ἦχος πλ. δ΄. Ὁ στερεώσας κατ᾿ ἀρχάς.

Ἱερουργὸς θεοπρεπής, οἰκονομίας τῆς θείας, καὶ σοφὸς μυσταγωγὸς, ἀνεδείχθης, καταγγέλων τοῖς ἐν γῇ, δικαιοσύνης ῥήματα, καὶ τοῦ Εὐαγγελίου, τοῦ τῆς εἰρήνης τὴν ἔλλαμψιν.

Ῥείθρα δεξάμενος ζωῆς, ἐκ τῆς πλευρᾶς τῆς ἀχράντου, τοῦ νεκρώσαντος θανάτου τὸ κράτος, ἀειζώους ποταμούς, θεοσοφίας ἔβλυσας, κραυγάζων τοῖς ἐν κόσμῳ˙ Ὁ Ζωοδότης ἐγήγερται.

Ὡραιωθεὶς τῇ ἐπαφῇ, πλευρᾶς χειρῶν καὶ ποδῶν τε, τοῦ ὡραίου παρὰ πάντας ἀνθρώπους, ἐκκαθαίρεις τῶν ψυχῶν, τὸν ῥύπον θείῳ χρίσματι, καὶ ταύτας ὡραΐζεις, πνευματικαῖς διαδόσεσι.

Θεοτοκίον.

Θρόνος πυρίμορφος Θεοῦ, καὶ φωτοφόρος καθέδρα, καθωράθης τοῦ Δεσπότου τῶν ὅλων, Θεομῆτορ Μαριάμ˙ ἐν σοὶ γὰρ ὁ Ὑπέρθεος, σωματωθεὶς ὡς βρέφος, προσανεκλίθη καὶ ὕπνωσε.

ᾨδὴ στ΄. Ἦχος δ΄. Τὴν θείαν ταύτην.

Μακάριόν σε γινώσκομεν, Θωμᾶ καὶ Ἀποστόλων ἀγλάισμα˙ σὺ γὰρ ἠξίωσαι, πλευρᾶς Δεσπότου ἐφάψασθαι, καὶ Θεοτόκου Ζώνην, δῶρον κομίσασθαι.

Ἀγγέλων ἥκω μυστήριον, Θωμᾶς τοῖς Ἀποστόλοις ἐβόησεν, ὡς ἡ Μητρόθεος, ἐκ γῆς μετέστη σὺν σώματι, καὶ σὺν Υἱῳ τὰ ἄνω, οἰκεῖ βασίλεια.

Νυνὶ Θωμᾶς ἀγαλλόμενος, θαυμάτων ὡς τεθέαται ὕψιστα, κηρύσσων ἅπασι, τὀν ἀναστάντα Θεάνθρωπον, καὶ τὴν αὐτοῦ Μητέρα, Θεογεννήτριαν.

Θεοτοκίον.

Τὴν μόνην μόνον κυήσασαν, Θεὸν καὶ Βασιλέα τῆς κτίσεως, σὲ μεγαλύνομεν, ὑμνολογοῦντες σε Δέσποινα, τὴν τῶν πιστῶν προστάτιν Παντοβασίλισσα.

Ἀπολυτίκια.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε. Γερασίμου.

Ὡς θεῖος Ἀπόστολος, θεολογίας κρουνούς, ἐνθέως ἐξήντλησας, ἐκ λογχονύκτου πλευρᾶς, Χριστοῦ τοῦ Θεοῦ ἠμῶν. Ὅθεν τῆς εὐσέβειας, κατασπείρας τὸν λόγον, ἔλαμψας ἐν Ἰνδίᾳ, ὡς ἀκτὶς οὐρανία, Θωμὰ τῶν Ἀποστόλων, τὸ θεῖον ἀγλάισμα.

Ὡς αὐτόπτης τοῦ Λόγου καὶ κήρυξ εὔσημος, θεοπρεπῶς ἀνιμήσω τὸν τῆς σοφίας βυθόν, ψηλαφήσας τὸν Χριστὸν μετὰ τὴν ἔγερσιν˙ ὅθεν δογμάτων ἱερῶν, ἀνεδείχθης φυτουργός, Ἀπόστολε θεηγόρε, Θωμᾶ Χριστοῦ μυστολέκτα, καὶ πρεσβευτὰ τῶν εὐφημοῦντων σε.

Ἕτερον. Ρόδου Κυρίλλου.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἐκ πλευρᾶς λογχονύκτου δαψιλῶς ἀρυσάμενος, τῆς θεολογίας τὴν χάριν, θεοῤῥῆμον Ἀπόστολε, τοῖς ἔθνεσι κατήγγειλας τρανῶς, Κυρίου τὸ σωτήριον Θωμᾶ, καὶ ἐσφράγισας ἐν τέλει μαρτυρικῷ, τὴν θείαν ἀποστολήν σου. Δόξα τῷ σὲ καλέσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ κηρυχθέντι διὰ σοῦ, κόσμου τοῖς πέρασι.

Ἀπόστολος τοῦ Ἁγίου:

Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. (Ζήτει τῇ Ι΄ Κυριακῇ).

Εὐαγγέλιον, τὸ Θ΄ Ἑωθινόν:

Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων, ἦλθεν ὁ ᾿Ιησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα ῞Αγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ ᾿Ιησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ ᾿Ιησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ ᾿Ιησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ᾿Ιησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

Κοινωνικόν: Εἰς πᾶσαν τὴν γῆν…

Μεγαλυνάριον.

Τῇ χειρὶ ἁψάμενος τῆς πλευρᾶς, τοῦ βλύσαντος κόσμῳ, ἀθανάτου ζωῆς κρουνούς, ἐξ αὐτῆς ἐδέξω, δογμάτων θεῖα ῥεῖθρα, δι᾿ ὧν ψυχὰς ἀρδεύεις, Θωμᾶ Ἀπόστολε.