Menu Close

Α΄ Κυριακή των Νηστειών
Κυριακή της Ορθοδοξίας

Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.

Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Α΄ Κυριακή των Νηστειών

Κυριακή της Ορθοδοξίας! Ανανεώνουμε τη συνθήκη μας με τον Κύριο, τη συνθήκη που σπάσαμε λόγω της αμέλειάς μας!

Δεν είναι μεγάλη τιμή να έχουμε συνθήκη με κάποιο βασιλιά; Πολύ περισσότερο μάλιστα με τον Βασιλέα των Βασιλέων; Αυτή η τιμή όμως γίνεται δυσμένεια, όταν δεν αποδείξουμε την πιστότητά μας στη συνθήκη που έχουμε συνάψει. Όλοι αυτοί που αναφέρει ο Απόστολος δοξάστηκαν για την πιστότητά τους, στην οποία παρέμειναν εδραίοι και αμετακίνητοι, ασχέτως των θλίψεων και ταλαιπωριών που υπέστησαν εξαιτίας της.

***

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν, Ἀγαθέ,
αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν,
Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας
σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ,
ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ·
ὅθεν εὐχαρίστως βοῶμέν σοι·
xαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος
εἰς τὸ σῶσαι τὸν Κόσμον.

Άγιος Θεοφάνης ο Έγκλειστος, Ψωμί για το ταξίδι: Οδοιπορικό Μεγάλης Τεσσαρακοστής, 1η έκδ., Αρμός, Αθήνα, 2012