Menu Close

Θεία Λειτουργία Αγίου Ιακώβου του Αδελφοθέου

Μετὰ τὴν προσκομιδὴν τῶν ἁγίων δώρων ἐν τῇ Προθέσει, τελουμένην ἁπλῶς καὶ ἄνευ τῆς εὐχῆς τῆς Προσκομιδῆς, ἥτις λέγεται βραδύτερον, ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης, κεκλεισμένης ἔτι τῆς ὡραίας Πύλης, λέγει μυστικῶς ταῦτην τὴν εὐχήν·

Ἱερεύς: Ἐν πλήθει ἁμαρτιῶν μεμολυσμένον μὴ με ἐξουδενώσῃ, Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν· ἰδοὺ γὰρ προσῆλθον τῷ θείῳ τούτῳ καὶ ἐπουρανίῳ μυστηρίῳ Σου, οὐχ ὡς ἄξιος ὑπάρχων, ἀλλ᾿ εἰς τὴν Σὴν ἀφορῶν ἀγαθότητα, ἀφίημί Σοι τὴν φωνήν, ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὐκ εἰμὶ ἄξιος ἀντοφθαλμῆσαι τῇ ἱερᾷ Σου ταύτῃ καὶ πνευματικῇ τραπέζῃ, ἐφ᾿ ᾗ ὁ μονογενής Σου Υἱὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ κατεστιγμένῳ πάσῃ κηλῖδι, μυστικῶς πρόκειται εἰς θυσίαν. Διὸ ταύτην Σοι τὴν ἱκεσίαν καὶ εὐχαριστίαν προσάγω τοῦ καταπεμφθῆναί μοι τὸ Πνεῦμά Σου τὸ Παράκλητον ἐνισχῦον καὶ καταρτίζον με πρὸς τὴν λειτουργίαν ταύτην καὶ τὴν παρὰ Σοῦ μοι τῷ λαῷ ἐπαγγελθεῖσαν φωνὴν ἀκατακρίτως ταύτην ἀποφθέγξασθαι καταξίωσον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ, ἀγαθῷ, ζωοποιῷ καὶ ὁμοουσίῳ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἀνοιγομένων τῶν βασιλικῶν πυλῶν λέγει ἐκφώνως·

Ἱερεύς: Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἀγίῳ Πνεύματι, τῷ τριαδικῷ καὶ ἑνιαίῳ φωτὶ τῆς Θεότητος, τῆς ἐν Τριάδι μοναδικῶς ὑπαρχούσης καὶ διαιρουμένης ἀδιαιρέτως. Τριὰς γὰρ, εἷς Θεὸς παντοκράτωρ. Οὗ τὴν δόξαν οἱ οὐρανοὶ διηγοῦνται, ἡ δὲ γῆ τὴν Αὐτοῦ δεσποτείαν, καὶ ἡ θάλασσα τὸ Αὐτοῦ κράτος, καὶ πᾶσα αἰσθητὴ καὶ νοητὴ κτίσις τὴν Αὐτοῦ μεγαλειότητα κηρύττει πάντοτε· ὅτι Αὐτῷ πρέπει πᾶσα δόξα, τιμή, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός: Ἀμήν.

Ἱερεύς: Εὐεργέτα καὶ Βασιλεῦ τῶν αἰώνων καὶ τῆς κτίσεως ἁπάσης Δημιουργέ, πρόσδεξαι προσιοῦσάν Σοι διὰ τοῦ Χριστοῦ Σου τὴν Ἐκκλησίαν Σου, ἑκάστῳ τὸ συμφέρον ἐκπλήρωσον, ἄγαγε πάντας εἰς τελειότητα καὶ ἀξίους ἡμᾶς ἀπέργασαι τῆς χάριτος τοῦ ἁγιασμοῦ Σου, ἐπισυνάγων ἡμᾶς ἐν τῇ ἁγίᾳ Σου καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ μονογενοῦς Σου Υἱοῦ, Κυρίου δὲ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ Οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Ὁ ῾Ιερεὺς λέγει ἐκφώνως·

Ἱερεύς: Ὁ Θεός, ὁ προσδεξάμενος Ἄβελ τὰ δῶρα, Νῶε καὶ Ἀβραὰμ τὴν θυσίαν, Ἀαρὼν καὶ Ζαχαρίου τὸ θυμίαμα, πρόσδεξαι καὶ ἐκ χειρὸς ἡμῶν τῶν ἁμαρτωλῶν τὸ θυμίαμα τοῦτο εἰς ὀσμὴν εὐωδίας καὶ ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν καὶ παντὸς τοῦ λαοῦ Σου· ὅτι εὐλογημένος ὑπάρχεις καὶ πρέπει Σοι ἡ δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ὁ ἱερεὺς θυμιᾷ τὴν ἁγίαν Τράπεζαν, μεθ᾿ ὃ παραλαμβάνων ἐξ αὐτῆς τὰς Ἁγίας Γραφάς καὶ δίδων αὐτὰς τῷ Διακόνῳ, προπορευομένου λαμπαδηφόρου, ἐξέρχεται τοῦ ἁγίου Βήματος καὶ ποιεῖται Εἴσοδον, ψάλλων μετὰ τοῦ Διακόνου τὸ Τροπάριον·

Ἱερεύς: Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας· εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρί καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Πρὸ δὲ τῆς ὡραίας Πύλης ἱστάμενος λέγει ἐκφώνως τὴν ἑξῆς εὐχήν·

Ἱερεύς: Ὁ Θεὸς, ὁ παντοκράτωρ, ὁ μεγαλώνυμος Κύριος, ὁ δοὺς ἡμῖν εἴσοδον εἰς τὰ Ἅγια τῶν Ἁγίων διὰ τῆς ἐπιδημίας τοῦ μονογενοῦς Σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἱκετεύομεν καὶ παρακαλοῦμεν τὴν Σὴν ἀγαθότητα· ἐπειδὴ ἔμφοβοι καὶ ἔντρομοί ἐσμεν μέλλοντες παρεστάναι τῷ ἁγίῳ Σου Θυσιαστηρίῳ, ἐξαπόστειλον ἐφ᾿ ἡμᾶς ὁ Θεὸς τὴν χάριν Σου τὴν ἀγαθὴν καὶ ἁγίασον τὰς ψυχὰς καὶ τὰ σώματα καὶ τὰ πνεύματα καὶ ἀλλοίωσον τὰ φρονήματα ἡμῶν πρὸς εὐσέβειαν, ἵνα ἐν καθαρῷ συνειδότι προσφέρωμέν Σοι δῶρα, δόματα, καρπώματα εἰς ἀθέτησιν τῶν ἡμετέρων πλημμελημάτων καὶ εἰς ἱλασμὸν παντὸς τοῦ λαοῦ Σου· χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός: Ἀμήν.

Μετὰ τοῦτο εἰσερχόμενος εἰς τὸ ἅγιον Βῆμα λέγει ἐπικλινόμενος μυστικῶς τὴν εὐχήν·

Ἱερεύς: Οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμε καὶ πολυέλεε καὶ ἀληθινὲ Κύριε, ἐπίβλεψον ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἐπάκουσον ἡμῶν τῶν Σῶν ἱκετῶν καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς πειρασμοῦ, διαβολικοῦ τε καὶ ἀνθρωπίνου, καὶ μη ἀποστήσῃς ἀφ᾿ ἡμῶν τὴν Σὴν βοήθειαν, μηδὲ βαρυτέρας τῆς ἡμετέρας δυνάμεως παιδείας ἐπαγάγῃς ἡμῖν· ἡμεῖς γὰρ οὐχὶ ἱκανοὶ πρὸς τὸ νικᾶν τὰ ἀντιπίπτοντα, Σὺ δὲ δυνατὸς εἶ, Κύριε, εἰς τὸ σῴζειν ἐκ πάντων τῶν ἐναντιωμάτων. Σῶσον ἡμᾶς, ὁ Θεός, ἐκ τῶν δυσχερῶν τοῦ κόσμου τούτου κατὰ τὴν χρηστότητά Σου, ὅπως, εἰσελθόντες ἐν καθαρᾷ συνειδήσει πρὸς τὸ ἅγιόν Σου θυσιαστήριον, τὸν μακάριον καὶ τρισάγιον ὕμνον σὺν ταῖς ἐπουρανίαις δυνάμεσιν ἀκατακρίτως ἀναπέμπομέν Σοι καί, τὴν εὐάρεστόν Σοι καὶ θείαν ἐπιτελέσαντες λειτουργίαν, καταξιωθῶμεν τῆς αἰωνίου ζωῆς.

Ἐν τῷ εἰσέρχεσθαι τὸν ἱερέα εἰς τὸ ἅγιον Βῆμα λέγει, ἐστραμμένος πρὸς τὸν λαόν·

Διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε, ἐλέησον.

Διάκονος: Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ Θεοῦ φιλανθρωπίας καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε, ἐλέησον.

Διάκονος: Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ ἑνώσεως πασῶν τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε, ἐλέησον.

Διάκονος: Ὑπὲρ σωτηρίας καὶ ἀντιλήψεως τοῦ ἁγιωτάτου Πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν (…), παντὸς τοῦ κλήρου καὶ τοῦ φιλοχρίστου λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε, ἐλέησον.

Διάκονος: Ὑπὲρ ἀφέσεως τῶν ἁμαρτιῶν καὶ συγχωρήσεως τῶν πλημμελημάτων ἡμῶν καὶ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης καὶ ἐπαναστάσεως ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε, ἐλέησον.

Διάκονος: Τῆς παναγίας, ἀχράντου, ὑπερενδόξου, εὐλογημένης δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου Ἰωάννου τοῦ ἐνδόξου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ, τῶν θείων καὶ πανευφήμων Ἀποστόλων, ἐνδόξων Προφητῶν καὶ ἀθλοφόρων μαρτύρων καὶ πάντων τῶν ἁγίων καὶ δικαίων μνημονεύσωμεν, ὅπως εὐχαῖς αὐτῶν καὶ πρεσβείαις οἱ πάντες ἐλεηθῶμεν.

Χορός: Κύριε, ἐλέησον.

Ἱερεύς (ἐκφώνως): Ὅτι ἅγιος εἶ, Κύριε ὁ Θεὸς ἡμῶν καὶ ἐν ἁγίοις κατοικεῖς καὶ ἐπαναπαύει καὶ Σοὶ τὴν δόξαν καὶ τὸν τρισάγιον ὕμνον ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός: Ἀμήν.

Ἅγιος ό Θεός. Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἁγία Τριάς, ἐλέησον ἡμᾶς.

Ἐν τῷ ψάλλεσθαι τὸν Τρισάγιον ὕμνον ἐξέρχεται μετὰ τοῦ Διακόνου ἐκ τῆς ὡραίας Πύλης τοῦ ἁγίου Βήματος πρὸς τὸν ἐν τῷ μέσῳ τοῦ Ναοῦ ἄμβωνα και, ἐπ᾿ αὐτοῦ ἱστάμενος, λέγει μετὰ τὴν συμπλήρωσιν τοῦ Τρισαγίου ὕμνου·

Ἱερεύς: Εἰρήνη πᾶσιν.

Χορός: Καὶ τῷ Πνεύματί σου.

Ὁ ᾿Αναγνώστης ἀναγινώσκει τὸν Ἀπόστολον, ἱστάμενος παρὰ τὸν ἄμβωνα, καὶ θυμιᾷ μὲν ὁ Διάκονος, λέγει δὲ μυστικῶς ὁ ῾Ιερεύς·

Ἱερεύς (μυστικῶς): Σοὶ τῷ πεπληρωμένῳ πάσης εὐωδίας, καὶ εὐφροσύνης, Κύριε ὁ Θεὸς ἡμῶν, ἐξ ὧν δέδωκας ἡμῖν, προσφέρομέν Σοι τὸ θυμίαμα τοῦτο· ἀναληφθήτω δὴ δεόμεθα ἐνώπιόν Σου ἐκ πενιχρῶν ἡμῶν χειρῶν εἰς τὸ ἅγιον καὶ ὑπερουράνιόν Σου θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας, εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν καὶ εἰς ἱλασμὸν τοῦ λαοῦ Σου· χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μέθ᾿ Οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά τήν συμπλήρωσιν τοῦ Ἀποστόλου

Χορός: Ἀλληλούϊα (τρίς).

Διάκονος: Εἴπωμεν πάντες, Κύριε ἐλέησον.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Κύριε παντοκράτορ, ἐπουράνιε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά Σου ἐπάκουσον.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ ἑνώσεως πασῶν τῶν ἁγίων σου Ἐκκλησιῶν δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ σωτηρίας καὶ ἀντιλήψεως τοῦ ἁγιωτάτου Πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν (…), παντὸς τοῦ κλήρου καὶ τοῦ φιλοχρίστου λαοῦ δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, αἰχμαλωσίας, πικροῦ θανάτου, καὶ τῶν ἀνομιῶν ἡμῶν δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ καὶ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ πλούσιον καὶ μέγα ἔλεος ἱκετεύομέν Σε, σπλαγχνίσθητι καὶ ἐλέησον.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Σῶσον ὁ Θεὸς τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὕψωσον κέρας χριστιανῶν, τῇ δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, τῇ πρεσβείᾳ τῆς παναγίας εὐλογημένης δεσποίνης ἡμῶν Θεοτόκου, τοῦ Προδρόμου, καὶ τῶν Ἀποστόλων σου καὶ πάντων τῶν ἁγίων Σου, ἱκετεύομέν Σε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν δεομένων Σου καὶ ἐλέησον.

Χορός: Κύριε ἐλέησον (τρίς).

Ἐν τῷ λέγειν τ᾿ ἀνωτέρω τὸν Διάκονον, εὔχεται μυστικῶς·

Ἱερεύς (μυστικῶς): Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Κύριε, τὸ τῆς γνώσεως ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων Σου κατανόησιν· ἔνθες ἡμῖν καὶ τῶν μακαρίων Σου ἐντολῶν φόβον, ἵνα, τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα πρὸς εὐαρέστησιν τὴν Σὴν καὶ φρονοῦντες καὶ πράττοντες.

Καὶ μετὰ τὴν ὑπὸ τοῦ λαοῦ συμπλήρωσιν τοῦ «Κύριε ἐλέησον» λέγει·

Ἱερεύς (ἐκφώνως): Σὺ γὰρ εἶ ὁ εὐαγγελισμὸς καὶ φωτισμός, σωτὴρ καὶ φύλαξ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ Θεός, καὶ ὁ μονογενής Σου Υἱός, καὶ τὸ Πνεῦμά Σου τὸ πανάγιον, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διάκονος: Πρόσχωμεν τῇ ἁγίᾳ ἀναγνώσει.

Καὶ ἀναγινώσκει ἀμέσως ὁ Διάκονος τὸ Εὐαγγέλιον, μεθ᾿ ὃ ὁ ῾Ιερεὺς κηρύσσει τὸν λόγον τοῦ Θεοῦ, ἀπὸ τοῦ ἐν μέσῳ τοῦ ναοῦ ἄμβωνος, εἶτα δὲ, χωρεῖ μετᾶ τοῦ Διακόνου πρὸς τὸ ἁγιον Βῆμα καὶ εἰσερχόμενος εἰς αὐτὸ ἐπεύχεται μυστικῶς·

Ἱερεύς (μυστικῶς): Ὁ ἐνηχήσας ἡμᾶς Θεὸς τὰ θεῖά Σου καὶ σωτήρια λόγια, φώτισον τὰς ψυχὰς ἡμῶν τῶν ἁμαρτωλῶν εἰς τὴν τῶν προαναγνωσθέντων κατάληψιν, ὡς μὴ μόνον ἀκροατὰς ὀφθῆναι τῶν πνευματικῶν ῥημάτων, ἀλλὰ καὶ ποιητὰς πράξεων ἀγαθῶν, πίστιν μετερχομένους ἀνύπουλον, βίον ἄμεμπτον, πολιτείαν ἀνέγκλητον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν μεθ᾿ Οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος σὺν τῷ παναγίῳ και ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν δὲ τῷ εἰσελθεῖν τὸν Ἱερέα εἰς τὸ ἅγιον Βῆμα, ἱστάμενος πρὸ τῆς ὡραίας Πύλης, λέγει, πάντοτε πρὸς τὸν λαὸν στρεφόμενος·

Διάκονος: Σχολάσωμεν ἐκτενῶς. Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον

Διάκονος: Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τοῦ Θεοῦ φιλανθρωπίας καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον

Διάκονος: Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ ἑνώσεως πασῶν τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιών, δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον

Διάκονος: Ὑπὲρ σωτηρίας καὶ ἀντιλήψεως τοῦ ἁγιωτάτου Πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν (…), παντὸς τοῦ κλήρου καὶ τοῦ φιλοχρίστου τοῦ λαοῦ, Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον

Διάκονος: Ὑπέρ ἀφέσεως ἁμαρτιῶν καὶ συγχωρήσεως πλημμελημάτων ἡμῶν, καὶ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, ἐπαναστάσεως ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον

Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον οἱ πάντες παρὰ τοῦ Κυρίου διελθεῖν αἰτησώμεθα.

Χορός: Παράσχου, Κύριε.

Διάκονος: Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χορός: Παράσχου, Κύριε.

Διάκονος: Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χορός: Παράσχου, Κύριε.

Διάκονος: Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χορός: Παράσχου, Κύριε.

Διάκονος: Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ ὑγείᾳ ἐκτελέσαι ἡμᾶς παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χορός: Παράσχου, Κύριε.

Διάκονος: Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα καὶ ἀνεπαίσχυντα, καὶ καλὴν ἀπολογίαν, τὴν ἐπὶ τοῦ φοβεροῦ καὶ φρικτοῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

Χορός: Παράσχου, Κύριε.

Διάκονος: Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· τοῦ ἁγίου Ἰωάννου τοῦ ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ· τῶν θείων καί πανευφήμων Ἀποστόλων, ἐνδόξων προφητῶν, ἀθλοφόρων καὶ μαρτύρων, μετὰ πάντων τῶν ἁγίων καὶ δικαίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τῆν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Χορός: Σοί, Κύριε.

Διάκονος: Εἰρήνη πᾶσι.

Ἱερεύς (μυστικῶς): Δέσποτα ζωοποιὲ καὶ ἀγαθῶν χορηγέ, ὁ δοὺς τοῖς ἀνθρώποις τὴν μακαρίαν ἐλπίδα τῆς αἰωνίου ζωῆς, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταξίωσον ἡμᾶς, ἀγαθέ, ἐν ἁγιασμῷ καὶ ταύτην Σοι τὴν θείαν ἐπιτελέσαι λειτουργίαν, εἰς ἀπόλαυσιν τῆς μελλούσης μακαριότητος.

(ἐκφώνως): Ὅπως ὑπὸ τοῦ κράτους Σου πάντοτε φυλαττόμενοι καὶ εἰς φῶς ἀληθείας ὁδηγούμενοι, Σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν ἀναπέμπωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Διάκονος: Ἐν εἰρήνῃ Χριστοῦ ψάλωμεν.

Μὴ τις τῶν κατηχουμένων, μὴ τις τῶν ἀμυήτων, μὴ τις τῶν μὴ δυναμένων ἡμῖν συνδεηθῆναι. Ἀλλήλους ἐπίγνωτε· τὰς θύρας· ὀρθοὶ πάντες.

Χορός: Σιγησάτω πᾶσα σάρξ βροτεία, καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λογιζέσθω· ὁ γὰρ Βασιλευς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, προσέρχεται σφαγιασθῆναι, καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς· προηγοῦνται δὲ τούτου, οἱ χοροὶ τῶν Ἀγγέλων, μετὰ πάσης Ἀρχῆς καὶ ἐξουσίας, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, τὰς ὄψεις καλύπτοντα, καὶ βοῶντα τὸν ὕμνον· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

Ὁ Ἱερεύς μετὰ τοῦ Διακόνου κατὰ τὴν διάρκειαν τῆς ψαλμῳδίας τοῦ ὕμνου, σιωπῶντες μεταφέρουσι τὰ τίμια δῶρα εἰς τὴν ἁγίαν Τράπεζαν. Πρὸ δὲ τῆς ἐναποθέσεως αὐτῶν ἐπὶ τῆς ἁγίας Τραπέζης καὶ πρὸ τῶν θυρῶν τοῦ ἁγίου βήματος ἱστάμενος μετὰ τοῦ Διακόνου καὶ κρατῶν τὸ ἅγιον Ποτήριον, διεκοπτομένης τῆς ψαλμῳδίας τοῦ ὕμνου εἰς τὸ «μετὰ πάσης Ἀρχῆς καὶ ἐξουσίας», λέγει ἐκφώνως τὴν εὐχὴν τῆς προθέσεως·

Ἱερεύς: Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ τὸν οὐράνιον Ἄρτον, τὴν τροφὴν τοῦ παντὸς κόσμου, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐξαποστείλας Σωτῆρα καὶ Λυτρωτὴν καὶ Εὐεργέτην, εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Αὐτὸς εὐλόγησον τὴν Πρόθεσιν ταύτην καὶ πρόσδεξαι αὐτὴν εἰς τὸ ὑπερουράνιόν Σου Θυσιαστήριον· μνημόνευσον ὡς ἀγαθὸς καὶ φιλάνθρωπος τῶν προσενεγκάντων καὶ δι᾿ οὓς προσήνεγκαν, καὶ ἡμᾶς ἀκατακρίτους διαφύλαξον ἐν τῇ ἱερουργίᾳ τῶν θείων Σου μυστηρίων. Ὅτι ἡγίασται και δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Συνεχιζομένης τῆς ψαλμῳδίας, ἀπὸ τοῦ «τὰ πολυόμματα Χερουβίμ» εἰσέρχεται ὁ Ἱερεύς μετὰ τοῦ Διακόνου εἰς τὸ ἱερὸν Βῆμα καὶ ἐναποθέσας τὰ τίμια δῶρα ἐπὶ τῆς ἁγίας Τραπέζης, θυμιᾷ αὐτά, λέγων τὴν εὐχὴν μυστικῶς·

Ἱερεύς (μυστικῶς): Δέσποτα παντοκράτορ, βασιλεῦ τῆς δόξης, ὁ Θεός, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, αὐτὸς πάρεσο ἡμῖν ἐν τῇ ἁγίᾳ ὥρᾳ ταύτῃ ἐπικαλουμένοις Σε καὶ λύτρωσαι ἡμᾶς ἀπὸ αἰσχύνης παραπτωμάτων· κάθαρον ἡμῶν τὸν νοῦν καὶ τὰ φρονήματα ἀπὸ μιαρῶν ἐπιθυμιῶν καὶ κοσμικῆς ἀπάτης καὶ πάσης διαβολικῆς ἐνεργείας καὶ πρόσδεξαι ἐκ χειρὸς ἡμῶν τῶν ἁμαρτωλῶν τὸ θυμίαμα τοῦτο, ὡς προσεδέξω τὴν προσφορὰν Ἄβελ καὶ Νῶε καὶ Ἀαρὼν καὶ Σαμουὴλ καὶ πάντων τῶν ἁγίων Σου, ῥυόμενος ἡμᾶς ἀπὸ παντὸς πονηροῦ πράγματος καὶ σώζων εἰς τὸ πάντοτε εὐαρεστεῖν καὶ προσκυνεῖν καὶ δοξάζειν Σε τὸν Πατέρα καὶ τὸν μονογενῆ Σου Υἱὸν καὶ τὸ Πνεῦμά Σου τὸ πανάγιον, νῦν καὶ ἀεί, καὶ εὶς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Διάκονος: Ἐν σοφίᾳ Θεοῦ πρόσχωμεν.

Χορός: Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Ἱερεύς (μυστικῶς): Ὁ πάντων Θεὸς καὶ Δεσπότης ἀξίους ἡμᾶς ἀπέργασαι τῆς ὥρας ταύτης τοὺς ἀναξίους, φιλάνθρωπε· ἵνα καθαρεύοντες ἀπὸ παντὸς δόλου καὶ πάσης ὑποκρίσεως ἑνωθῶμεν ἀλλήλοις, τῷ τῆς εἰρήνης καὶ τῆς ἀγάπης συνδέσμῳ, βεβαιούμενοι τῷ τῆς Σῆς θεογνωσίας ἁγιασμῷ διὰ τοῦ μονογενοῦς Σου Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ Οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.

Διάκονος: Στῶμεν καλῶς. Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ἱερεύς (ἐκφώνως): ῞Ότι Θεὸς ἐλέους, ἀγάπης, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις καὶ ὁ μονογενὴς Σου Υἱὸς καὶ τὸ Πνεῦμά Σου τὸ πανάγιον, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός: Ἀμήν.

Ἱερεύς: Εἰρήνη πᾶσι.

Χορός: Καὶ τῷ πνεύματί σου.

Διάκονος: ἀγαπήσωμεν ἀλλήλους ἐν φιλήματι ἁγίῳ.

Καὶ μετὰ τὸ δοθῆναι τὸν ἀσπασμόν.

Διάκονος: Τὰς κεφάλας ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Χορός: Σοί, Κύριε.

Ὁ Ἱερεύς (κλίνων ἐπιλέγει μυστικῶς): Ὁ μόνος Κύριος καὶ ἐλεήμων Θεός, τοῖς κλίνουσι τοὺς ἑαυτῶν αὐχένας ἐνώπιον τοῦ ἁγίου Σου θυσιαστηρίου καὶ ἐπιζητοῦσι τὰς παρὰ Σοῦ πνευματικὰς δωρεὰς ἐξαπόστειλον τὴν χάριν Σου τὴν ἀγαθὴν και εὐλόγησον πάντας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ καὶ ἀναφαιρέτῳ, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν. Ὅτι αἰνετὸν καὶ προσκυνητὸν καὶ ὑπερένδοξον ὑπάρχει τὸ πανάγιον ὄνομά Σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ Διάκονος (πρὸς τὸν Ἱερέα): Κύριε, εὐλόγησον.

Ἱερεύς: Ὁ Κύριος εὐλογήσαι καὶ συνδιακονήσαι ἡμῖν καὶ ἀξίους ποιήσαι τῆς παραστάσεως τοῦ ἁγίου Αὐτοῦ θυσιαστηρίου καὶ τῆς ἐπελεύσεως τοῦ Ἁγίου Αὐτοῦ Πνεύματος, τῇ Αὐτοῦ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εἶτα σφραγίζει καθ᾿ ἑαυτόν, ἱστάμενος ὁ Ἱερεύς, τὰ δῶρα καὶ λέγων·

Ἱερεύς: Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη (γ΄).

Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (γ΄).

Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου (γ΄).

Καὶ ἐν τῷ σφραγίζειν λέγει·

Ἱερεύς: Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Καὶ κλίνας ἔνθεν καὶ ἔνθεν λέγει ἐκφώνως καὶ ἐμμελῶς·

Ἱερεύς: Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.

Καὶ ὁ λαὸς ἀποκρίνεται ἐμμελῶς·

Χορός: Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.

Εἶτα λέγουσιν οἱ συλλειτουργοὶ ἢ μόνος ὁ διάκονος·

Διάκονος: Μνησθείη ἡμῶν Κύριος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Σῶσον ἐλέησον, οἰκτείρησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ Θεοῦ φιλανθρωπίας καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ ἑνώσεως πασῶν τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῆς ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, τῆς ἀπὸ γῆς περάτων μέχρι τῶν περάτων αὐτῆς τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ σωτηρίας καὶ ἀντιλήψεως τοῦ ἁγιωτάτου ἡμῶν Πατρὸς καὶ Ἀρχιεπισκόπου (…), παντὸς τοῦ κλήρου καὶ τοῦ φιλοχρίστου λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῶν εὐσεβεστάτων καὶ θεοστέπτων ὀρθοδόξων βασιλέων, παντὸ τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν καὶ τῆς οὐρανόθεν βοηθείας καὶ νίκης, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλεως, τῆς βασιλευούσης, πάσης πόλεως καὶ χώρας καὶ τῶν ἐν ὀρθοδόξῳ πίστει καὶ εὐλαβείᾳ Θεοῦ οἰκούντων ἐν αὐταῖς, εἰρήνης καὶ ἀσφαλείας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, χηρῶν καὶ ὀρφανῶν, ξένων καὶ ἐπιδεομένων καὶ τῶν ἐντειλαμένων ἡμῖν, ὥστε τοῦ μνημονεύειν αὐτῶν ἐν ταῖς προσευχαῖς, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ ὄντων, νοσούντων, καμνόντων, τῶν ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένων, καὶ τῆς παρὰ τοῦ Θεοῦ ταχείας ἰάσεως καὶ σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῶν ἐν παρθενίᾳ καὶ ἁγνείᾳ καὶ ἀσκήσει καὶ ἐν σεμνῷ γάμῳ διαγόντων καὶ τῶν ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἁγωνιζομένων ὁσίων πατέρων τε καὶ ἀδελφῶν, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, ξενιτευόντων χριστιανῶν καὶ τῶν ἐν αἰχμαλωσίαις καὶ ἐξορίαις καὶ ἐν φυλακαῖς καὶ ἐν πονηραῖς δουλείαις ὄντων ἀδελφῶν ἡμῶν, εἰρηνικῆς ἐπανόδου ἑκάστου εἰς τὰ οἰκεῖα μετὰ χαρᾶς, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῶν παρόντων καὶ συνευχομένων ἡμῖν ἐν ταύτῃ τῇ ἁγίᾳ ὥρᾳ καὶ ἐν παντὶ καιρῷ πατέρων τε καὶ ἀδελφῶν σπουδῆς, καμάτου καὶ προθυμίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Καὶ ὑπὲρ πάσης ψυχῆς χριστιανῆς θλιβομένης καὶ καταπονουμένης ἐλέους καὶ βοηθείας Θεοῦ ἐπιδεομένης, καὶ ἐπιστροφῆς τῶν πεπλανημένων, ὑγείας τῶν ἀσθενούντων, ἀναρρύσεως τῶν αἰχμαλώτων, ἀναπαύσεως τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ ἀφέσεως ἁμαρτιῶν καὶ συγχωρήσεως πλημμελημάτων ἡμῶν καὶ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, ἐπαναστάσεως ἐθνῶν, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ἐκτενέστερον ὑπὲρ εὐκρασίας ἀέρων, ὄμβρων εἰρηνικῶν, δρόσων ἀγαθῶν, καρπῶν εὐφορίας, τελείας εὐετηρίας καὶ ὑπὲρ τοῦ στεφάνου τοῦ ἐνιαυτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τοῦ εἰσακουσθῆναι καὶ εὐπρόσδεκτον γενέσθαι τὴν δέησιν ἡμῶν ἐνώπιον τοῦ Θεοῦ καὶ καταπεμφθῆναι ἡμῖν πλούσια τὰ ἐλέη καὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Τῆς παναγίας, ἀχράντου, ὑπερενδόξου, εὐλογημένης δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἁγίων καὶ μακαρίων Ἰωάννου τοῦ ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ, Στεφάνου τοῦ πρωτοδιακόνου και πρωτομάρτυρος, Μωϋσέως, Ἀαρών, Ἠλιού, Ἐλισσαίου, Σαμουήλ, Δαυΐδ, Δανιήλ, τῶν προφητῶν, καὶ πάντων τῶν ἁγίων καὶ δικαίων μνημονεύσωμεν, ὅπως εὐχαῖς καὶ πρεσβείαις αὐτῶν οί πάντες ἐλεηθῶμεν.

Χορός: Κύριε ἐλέησον.

Διάκονος: Καὶ ὑπὲρ τῶν προκειμένων τιμίων καὶ ἐπουρανίων, ἀρρήτων, ἀχράντων, ἐνδόξων, φοβερῶν, φρικτῶν, θείων δώρων καὶ σωτηρίας τοῦ παρεστῶτος καὶ προσφέροντος αὐτὰ τιμίου πατρὸς ἡμῶν καὶ Ἀρχιερέως (ἢ ῾Ιερέως), Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύομεν.

Χορός: Κύριε ἐλέησον (τρίς).

Ἐν τῷ λέγειν τὸν Διάκονον τὴν ἀνωτέρω καθολικὴν ἐκτενῆ, κλίνων καθ᾿ ἑαυτὸν λέγει τὰς ἑξῆς εὐχάς·

Ἱερεύς: Ὁ ἐπισκεψάμενος ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, Δέσποτα Κύριε, καὶ χαρισάμενος παρρησίαν ἡμῖν τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις Σου παραστῆναι τῷ ἁγίῳ Σου θυσιαστηρίῳ καὶ προσφέρειν Σοι τὴν φοβερὰν ταύτην καὶ ἀναίμακτον θυσίαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἐπίβλεψον ἐπ᾿ ἐμὲ τὸν ἀχρεῖον δοῦλόν Σου, καὶ ἐξάλειψόν μου τὰ παραπτώματα διὰ τὴν Σὴν εὐσπλαγχνίαν καὶ καθάρισόν μου τὰ χείλη καὶ τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ σαρκός τε καὶ πνεύματος καὶ ἀπόστησον ἀπ᾿ ἐμοῦ πάντα λογισμὸν αἰσχρόν τε καὶ ἀσύνετον, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ παναγίου Σου Πνεύματος εἰς τὴν λειτουργίαν ταύτην· καὶ πρόσδεξαί με διὰ τὴν Σὴν ἀγαθότητα προσεγγίζοντα τῷ ἁγίῳ Θυσιαστηρίῳ καὶ εὐδόκησον, Κύριε, δεκτὰ γενέσθαι τὰ προσαγόμενά Σου δῶρα ταῦτα διὰ τών ἡμετέρων χειρῶν, συγκαταβαίνων ταῖς ἐμαῖς ἀσθενείαις καὶ μὴ ἀπόρριψῃς με ἀπὸ τοῦ προσώπου Σου, μηδὲ βλεδύξῃ τὴν ἐμὴν ἀναξιότητα, ἀλλ᾿ ἐλέησόν με, ὁ Θεός, καὶ κατὰ τὸ πλήθος τῶν οἰκτιρμῶν Σου παρένεγκε τὰ ἀνομήματά μου, ἵνα ἀκατακρίτως προσελθὼν κατενώπιον τῆς δόξης Σου καταξιωθῶ τῆς σκέπης τοῦ μονογενοῦς Σου Υἱοῦ καὶ τῆς ἐλλάμψεως τοῦ παναγίου Σου Πνεύματος καὶ μὴ, ὡς δοῦλος ἁμαρτίας, ἀποδόκιμος γένωμαι, ἀλλ᾿ ὡς δοῦλος Σὸς εὕρω χάριν καὶ ἔλεος καὶ ἄφεσιν ἁμαρτιῶν, ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ναί, Δέσποτα παντοκράτορ, παντοδύναμε Κύριε, εἰσάκουσον τῆς δεήσεώς μου· Σὺ γὰρ εἶ ὁ τὰ πάντα ἐνεργῶν ἐν πᾶσι καὶ τῆν παρὰ Σοῦ πάντες ἐπιζητοῦμεν ἐπὶ πᾶσι βοήθειαν τε και ἀντίληψιν καὶ τοῦ μονογενοῦς Σου Υἱοῦ καὶ τοῦ ζωοποιοῦ Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Θεός, ὁ διὰ πολλὴν καὶ ἄφατον φιλανθρωπίαν ἐξαποστείλας τὸν μονογενῆ Σου Υἱὸν εἰς τὸν κόσμον, ἵνα τὸ πεπλανημένον ἐπαναστρέψῃ πρόβατον, μὴ ἀποστραφῇς ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἐγχειροῦντάς Σοι τὴν φοβερὰν ταύτην και ἀναίμακτον θυσίαν· οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμέν, ἀλλ᾿ ἐπὶ τῷ ἐλέει Σου τῷ ἀγαθῷ, δι᾿ οὗ τὸ γένος ἡμῶν περιποιῇ. Καὶ νῦν ἱκετεύομεν καὶ παρακαλοῦμεν τὴν Σὴν ἀγαθότητα, ἵνα μὴ γένηται εἰς κατάκριμα τῷ λαῷ Σου τὸ οἰκονομηθὲν ἡμῖν τοῦτο πρὸς σωτηρίαν μυστήριον, ἀλλ᾿ εἰς ἐξάλειψιν ἁμαρτιῶν, εἰς ἀνανέωσιν ψυχῶν καὶ σωμάτων, εἰς εὐαρέστησιν Σοῦ τοῦ Θεοῦ καὶ Πατρός.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγών εἰς τὴν ζωὴν ταύτην, ὁ ὑποδείξας ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκαλύψεις, Σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διάκονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ παναγίου Σου Πνεύματος· εὐδόκησον, Δέσποτα, γενέσθαι ἡμᾶς διακόνους τῆς καινῆς Σου διαθήκης, λειτουργοὺς τῶν ἀχράντων Σου μυστηρίων καὶ πρόσδεξαι ἡμᾶς προσεγγίζοντας τῷ ἁγίῳ Σου θυσιαστηρίῳ κατὰ τὸ πλήθος τοῦ ἐλέους Σου, ἵνα γενώμεθα ἄξιοι τοῦ προσφέρειν Σοι δῶρα τε καὶ θυσίας ὑπέρ τε ἑαυτῶν καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· καὶ δὸς ἡμῖν, Κύριε, μετὰ παντὸς φόβου καὶ συνειδήσεως καθαρᾶς προσκομίσαι Σοι τὴν πνευματικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν, ἣν προσδεξάμενος εἰς τὸ ἅγιον καὶ ὑπερουράνιόν Σου καὶ νοερὸν Θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου Πνεύματος. Ναί, ὁ Θεός, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἔπιδε τήν λογικὴν ταύτην λατρείαν ἡμῶν, καὶ πρόσδεξαι αὐτήν, ὡς προσεδέξω Ἄβελ τὰ δῶρα, Νῶε τὰς θυσίας, Ἀβραὰμ τὰς ὁλοκαρπώσεις, Μωσέως καὶ Ἀαρὼν τὰς ἱερωσύνας, Σαμουὴλ τὰς εἰρηνικάς, Δαβὶδ τὴν μετάνοιαν, Ζαχαρίου τὸ θυμίαμα· ὡς προσεδέξω ἐκ χειρὸς τῶν ἁγίων Σου Ἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν, οὕτω πρόσδεξαι και ἐκ χειρὸς ἡμῶν τῶν ἁμαρτωλῶν τά προκείμενα δῶρα ταῦτα ἐν χρηστότητί Σου καὶ δὸς γενέσθαι τὴν προσφορὰν ἡμῶν εὐπρόσδεκτον, ἡγιασμένην ἐν Πνεύματι ἁγίῳ, εἰς ἐξίλασμα τῶν ἡμετέρων πλημμελημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων καὶ εἰς ἀνάπαυσιν τῶν προκοιμηθεισῶν ψυχῶν, ἵνα καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί Σου καταξιωθέντες ἀδόλως λειτουργεῖν τῷ ἁγίῳ Σου θυσιαστηρίῳ, λάβωμεν τὸν μισθὸν τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων, καὶ εὕρωμεν χάριν καὶ ἔλεον ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς Σου τῆς δικαίας καὶ ἀγαθῆς.

Εὐχαριστοῦμέν Σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἔδωκας ἡμῖν παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων, ἣν ἐνεκαίνισας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος τῆς σαρκὸς τοῦ Χριστοῦ Σου. Καταξιωθέντες οὖν εἰσελθεῖν εἰς τόπον σκηνώματος δόξης Σου, ἔσω τε γενέσθαι τοῦ καταπετάσματος, καὶ τὰ ἅγια τῶν ἁγίων κατοπτεῦσαι, προσπίπτομεν τῇ ἀγαθότητί Σου, Δέσποτα, ἐλεῆσαι ἡμᾶς· ἐπειδὴ ἔμφοβοι καὶ ἔντρομοί ἐσμεν μέλλοντες παρίστασθαι τῷ ἁγίῳ Σου θυσιαστηρίῳ καὶ προσφέρειν Σοι τὴν φοβερὰν ταύτην καὶ ἀναίμακτον θυσίαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἐξαπόστειλον ἐφ᾿ ἡμᾶς ὁ Θεὸς τὴν χάριν Σου τὴν ἀγαθὴν καὶ ἃγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ τὰ πνεύματα, καὶ ἀλλοίωσον ἡμῶν τὰ φρονήματα πρὸς εὐσέβειαν, ἵνα ἐν καθαρῷ τῷ συνειδότι προσφέρωμέν Σοι ἔλεον, εἰρήνην, θυσίαν αἰνέσεως.

(ἐκφώνως) Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζοωποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εἰρήνη πᾶσι.

Χορός: Καὶ τῷ πνεύματί σου.

Διάκονος: Στῶμεν καλῶς· στῶμεν εὐλαβῶς· στῶμεν μετὰ φόβου Θεοῦ καὶ κατανύξεως· πρόσχωμεν τῇ ἁγίᾳ ἀναφορᾷ ἐν εἰρήνῃ τῷ Θεῷ.

Χορός: Ἔλεος, εἰρήνης, θυσίαν αἰνέσεως.

Ἱερεύς (μυστικῶς): Καὶ τὰ περικείμενα τῇ ἱερᾷ ταύτῃ τελετῇ συμβολικῶς ἁμφιάσματα τῶν αἰνιγμάτων ἀνακαλύψας, τηλαυγῶς ἡμῖν ἀνάδειξον, καὶ τὰς νοερὰς ἡμῶν ὄψεις τοῦ ἀπεριλήπτου Σου φωτὸς ἀποπλήρωσον, καὶ καθάρας τὴν πτωχείαν ἡμῶν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἀξίαν ἀπέργασθαι τῆς φοβερᾶς ταύτης καὶ φρικτῆς παραστάσεως, ὅτι ὑπερεύσπλαγχνος καὶ ἐλεήμων Θεὸς ὑπάρχεις καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(ἐκφώνως): Ἡ ἀγάπη τοῦ Θεοῦ Πατρὸς καὶ ἡ χάρις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ κοινωνία καὶ ἡ δωρεὰ τοῦ παναγίου Πνεύματος εἴη μετὰ πάντων ἡμῶν.

Χορός: Καὶ μετὰ τοῦ Πνεύματός σου.

Ἱερεύς: Ἄνω σχῶμεν τὸν νοῦν καὶ τὰς καρδίας.

Χορός: Ἔχομεν πρὸς τὸν Κύριον.

Ἱερεύς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Χορός: Ἄξιον καὶ δίκαιον.

Ὁ Ἱερεύς, ἐπικλινόμενος ἐπεύχεται μυστικῶς·

Ἱερεύς: Ὡς ἀληθῶς ἄξιόν ἐστι καὶ δίκαιον, πρέπον τε καί ὀφειλόμενον, Σὲ αἰνεῖν, Σὲ ὑμνεῖν, Σὲ προσκυνεῖν, Σὲ δοξολογεῖν, Σοὶ εὐχαριστεῖν, τῷ πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου δημιουργῷ, τῷ θησαυρῷ τῶν αἰωνίων ἀγαθῶν, τῇ πηγῇ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τῷ πάντων Θεῷ καὶ Δεσπότῃ· Ὅν ὑμνοῦσιν οἱ οὐρανοὶ καὶ οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ πᾶσαι αἱ δυνάμεις αὐτῶν, ἥλιος τε καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἄστρων χορός, γῆ, θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς· Ἱερουσαλὴμ ἡ ἐπουράνιος πανήγυρις ἐκλεκτῶν, ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς· πνεύματι δικαίων καὶ προφητῶν· ψυχαὶ μαρτύρων καὶ ἀποστόλων· ἄγγελοι, ἀρχάγγελοι, θρόνοι, κυριότητες, ἀρχαί τε καὶ ἐξουσίαι καὶ δυνάμεις φοβεραί, χερουβὶμ τὰ πολυόμματα καὶ τὰ ἑξαπτέρυγα σεραφίμ, ἃ ταῖς μὲν δυσὶ πτέρυξι κατακαλύπτει τὰ πρόσωπα ἑαυτῶν, ταῖς δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἱπτάμενα κέκραγεν ἕτερον πρὸς τὸ ἕτερον ἀκαταπαύστοις στόμασιν, ἀσιγήτοις δοξολογίαις.

(ἐκφώνως): Τὸν ἐπινίκιον ὕμνον τῆς μεγαλοπρεποῦς Σου δόξης, λαμπρᾷ τῇ φωνῇ ᾄδοντα, βοῶντα, δοξολογοῦντα, κεκραγότα καὶ λέγοντα.

Χορός: Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης Σου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Ὁ Ἱερεύς, ἱστάμενος σφραγίζει τὰ δῶρα, λέγων καθ᾿ ἑαυτόν·

Ἱερεύς: Ἅγιος εἶ, Βασιλεῦ τῶν αἰῶνων, καὶ πάσης ἁγιωσύνης Κύριος καὶ δοτήρ· ἅγιος καὶ ὁ μονογενὴς Σου Υἱός, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, δι᾿ Οὗ τὰ πάντα ἐποίησας· ἅγιον δὲ καὶ τὸ Πνεῦμά σου τὸ πανάγιον, τὸ ἐρευνῶν τὰ πάντα καὶ τὰ βάθη Σου, τοῦ Θεοῦ καὶ Πατρός. Ἅγιος εἶ, παντοδύναμε, φοβερέ, ἀγαθέ, εὔσπλαγχνε, ὁ συμπαθὴς μάλιστα περὶ τὸ πλάσμα τὸ Σόν. Ὁ ποιήσας ἀπὸ γῆς ἄνθρωπον κατ᾿ εἰκόνα Σὴν καὶ ὁμοίωσιν καὶ χαρισάμενος αὐτῷ τὴν τοῦ παραδείσου ἀπόλαυσιν· παραβάντα δὲ τὴν ἐντολήν Σου καὶ ἐκπεσόντα, τοῦτον οὐ παρεῖδες, οὐδὲ ἐγκατέλιπες, ἀγαθέ, ἀλλ᾿ ἐπαίδευσας αὐτὸν ὡς εὔσπλαγχνος πατήρ, ἐκάλεσας αὐτὸν διὰ νόμου, ἐπαιδαγώγησας αὐτὸν διὰ τῶν Προφητῶν, ὕστερον δὲ αὐτὸν τὸν μονογενῆ Σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐξαπέστειλας εἰς τὸν κόσμον, ἵνα Αὐτὸς ἐλθὼν τὴν Σὴν ἀνανέωσῃ καὶ ἀνεγείρῃ εἰκόνα· Ὃς κατελθὼν ἐκ τῶν οὐρανῶν καὶ σαρκωθεὶς ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας ἀειπαρθένου καὶ Θεοτόκου, συναναστραφείς τε τοῖς ἀνθρώποις, πάντα ᾠκονόμησε πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν. Μέλλων δὲ τὸν ἑκούσιον καὶ ζωοποιὸν διὰ σταυροῦ θάνατον ὁ ἀναμάρτητος ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν καταδέχεσθαι, ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο, μάλλον δ᾿ ἑαυτὸν παρεδίδου, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας.

Μετὰ τὰς λέξεις ταύτας, ὁ ἱερεὺς τῇ χειρὶ τὸν ἅγιον ἄρτον κατασχὼν καὶ σφραγίσας λέγει μυστικῶς·

Ἱερεύς: Λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων καὶ ἀθανάτων Αὐτοῦ χειρῶν, ἀναβλέψας εἰς τὸν οὐρανόν, καὶ ἀναδείξας Σοὶ τῷ Θεῷ καὶ Πατρί, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας, μετέδωκε τοῖς ἁγίοις καὶ μακαρίοις Αὐτοῦ μαθηταῖς καὶ Ἀποστόλοις εἰπών·

(ἐκφώνως): Λάβετε, φάγετε· τοῦτό Μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον καὶ διαδιδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Χορός: Ἀμήν.

Ὁ Ἱερεύς ἀποθέσας τὸν ἅγιον ἄρτον καὶ τὸ ποτήριον ἀνὰ χεῖρας λαβὼν λέγει·

Ἱερεύς: (μυστικῶς): Ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λαβὼν ποτήριον καὶ κεράσας ἐξ οἴνου καὶ ὕδατος, ἀτενίσας εἰς τὸν οὐρανὸν καὶ ἀναδείξας Σοὶ τῷ Θεῷ καὶ Πατρὶ καὶ εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, πλήσας Πνεύματος ἁγίου, μετέδωκε τοῖς ἁγίοις καὶ μακαρίοις αὐτοῦ μαθηταῖς καὶ Ἀποστόλοις εἰπών·

(ἐκφώνως): Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό Μού ἐστι τὸ αἷμα, τὸ τής καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον καὶ διαδιδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Χορός: Ἀμήν.

Διάκονος: Πιστεύομεν καὶ ὁμολογοῦμεν.

Χορός: Τὸν θάνατον Σου, Κύριε, καταγγέλλομεν καὶ τὴν Ἂνάστασίν Σου ὁμολογοῦμεν.

Ἱερεύς (μυστικῶς): Τοῦτο ποιεῖτε εἰς τὴν Ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνετε, τὸν θάνατον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καταγγέλλετε καὶ τὴν ἀνάστασιν Αὐτοῦ ὁμολογεῖτε, ἄχρις οὗ ἂν ἔλθῃ.

Εἶτα σφραγίζων καὶ κλίνων λέγει ἐπευχόμενος·

Ἱερεύς: Μεμνημένοι οὖν καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ τῶν ζωοποιῶν Αὐτοῦ παθημάτων, τοῦ σωτηρίου σταυροῦ, καὶ τοῦ θανάτου καὶ τῆς ταφῆς, καὶ τῆς τριημέρου ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, καὶ τῆς ἐκ δεξιῶν Σου τοῦ Θεοῦ καὶ Πατρὸς καθέδρας, καὶ τῆς δευτέρας ἐνδόξου φοβερᾶς αὐτοῦ παρουσίας, ὅταν ἔλθῃ μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, ὅταν μέλλῃ ἑκάστῳ ἀποδιδόναι κατὰ τὰ ἔργα αὐτοῦ, Φεῖσαι ἡμῶν Κύριε ὁ Θεός (γ΄)· μᾶλλον δὲ κατὰ τὴν εὐσπλαγχνίαν Αὐτοῦ, προσφέρομέν Σοι, Δέσποτα, τὴν φοβερὰν ταύτην καὶ ἀναίμακτον θυσίαν, δεόμενοι, ἵνα μὴ κατὰ τὰς ἁμαρτίας ἡμῶν μηδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταποδώσῃς ἡμῖν, ἀλλὰ κατὰ τὴν Σὴν ἐπιείκειαν καὶ ἄφατόν Σου φιλανθρωπίαν ὑπερβὰς καὶ ἐξαλείψας τὸ καθ᾿ ἡμῶν χειρόγραφον τῶν Σῶν ἱκετῶν, χαρίσῃ ἡμῖν τὰ οὐράνια καὶ τὰ αἰώνιά Σου δωρήματα, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασας, ὁ Θεός, τοῖς ἀγαπῶσί Σε, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας ἀθετήσῃς τὸν λαόν Σου, φιλάνθρωπε Κύριε·

(ἐκφώνως καὶ ἐμμελῶς): Ὁ γὰρ λαός Σου καὶ ἡ Ἐκκλησία Σου ἱκετεύει Σε.

Χορός: Ἐλέησον ἡμᾶς, Κύριε ὁ Θεός, ὁ Πατὴρ, ὁ παντοκράτωρ (τρίς).

Ὁ Ἱερεύς, ἀνιστάμενος, λέγει καθ᾿ ἑαυτόν·

Ἱερεύς: Ἐλέησον ἡμᾶς, ὁ Θεός, ὁ παντοκράτωρ· ἐλέησον ἡμᾶς, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν· ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ ἐξαπόστειλον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα ἅγια δῶρα ταῦτα τὸ Πνεῦμά σου τὸ πανάγιον, τὸ Κύριον καὶ ζωοποιόν, τὸ σύνθρονόν Σοι τῷ Θεῷ καὶ Πατρὶ καὶ τῷ μονογενεῖ Σου Υἱῷ, τὸ συμβασιλεῦον, τὸ ὁμοούσιόν τε καὶ συναΐδιον, τὸ λαλῆσαν ἐν νόμῳ καὶ προφήταις καὶ τῇ καινῇ Σου διαθήκῃ, τὸ καταβὰν ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τῷ Ἰορδάνῃ ποταμῷ καὶ μεῖναν ἐπ᾿ Αὐτόν, τὸ καταβὰν ἐπὶ τοὺς ἁγίους Σου Ἀποστόλους ἐν εἴδει πυρίνων γλωσσῶν ἐν τῷ ὑπερῴῳ τῆς ἁγίας καὶ ἐνδόξου Σιών, ἐν τῇ ἡμέρᾳ τῆς ἁγίας Πεντηκοστῆς· αὐτὸ τὸ Πνεῦμά Σου τὸ πανάγιον κατάπεμψον, Δέσποτα, ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα ἅγια δῶρα ταῦτα, ἵνα ἐπιφοιτῆσαν τῇ ἁγίᾳ καὶ ἀγαθῇ καὶ ἐνδόξῳ Αὐτοῦ παρουσίᾳ ἁγιάσῃ καὶ ποιήσῃ τὸν μὲν ἄρτον τοῦτον σῶμα ἅγιον Χριστοῦ.

Διάκονος: Ἀμήν.

Ἱερεύς: Καὶ τὸ ποτήριον τοῦτο αἷμα τίμιον Χριστοῦ.

Διάκονος: Ἀμήν.

Ὁ Ἱερεύς, ἱστάμενος καὶ σφραγίζων τὰ δῶρα, λέγει καθ᾿ ἑαυτόν·

Ἱερεύς: Ἵνα γένωνται πᾶσι τοῖς ἐξ αὐτῶν μεταλαμβάνουσιν εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωήν αἰώνιον.

Διάκονος: Ἀμήν.

Ἱερεύς (καθ᾿ ἑαυτόν): Εἰς ἁγιασμὸν ψυχῶν καὶ σωμάτων· εἰς καρποφορίαν ἔργων ἀγαθῶν· εἰς στηριγμὸν τῆς ἁγίας Σου καθολικῆς καὶ ἀποστολικής Ἐκκλησίας, ἣν ἐθεμελίωσας ἐπὶ τὴν πέτραν τῆς πίστεως, ἵνα πύλαι ᾅδου μὴ κατισχύσωσιν αὐτῆς· ῥυόμενος αὐτὴν ἀπὸ πάσης αἱρέσεως καὶ ἀπὸ σκανδάλου τῶν ἐργαζομένων τὴν ἀνομίαν, διαφυλάττων μέχρι συντελείας τῶν αἰώνων.

Διάκονος: Ἀμήν.

Σφραγίζων ἐπεύχεται, τοῦ χοροῦ ὑποψάλλοντος πολλάκις· Μνήσθητι Κύριε ὁ Θεὸς ἡμῶν,

Ἱερεύς (μυστικῶς): Προσφέρομέν Σοι, Δέσποτα, καὶ ὑπὲρ τῶν ἁγίων Σου τόπων, οὓς ἐδόξασας τῇ Θεοφανείᾳ τοῦ Χριστοῦ Σου καὶ τῇ ἐπιφοιτήσει τοῦ παναγίου Σου Πνεύματος· προηγουμένως ὑπέρ τῆς ἁγίας καὶ ἐνδόξου Σιών, τῆς μητρὸς πασῶν τῶν ἐκκλησιῶν· καὶ ὑπὲρ τῆς κατὰ πᾶσαν τὴν οἰκουμένην ἁγίας Σου καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας· πλουσίας καὶ νῦν τὰς δωρεὰς τοῦ Παναγίου Σου Πνεύματος ἐπιχορήγησον αὐτῇ, Δέσποτα· Μνήσθητι Κύριε, καὶ τῶν ἐν αὐτῇ ἁγίων πατέρων ἡμῶν καὶ ἐπισκόπων, τῶν ἐν πάσῃ τῇ οἰκουμένῃ ὀρθοδόξως ὀρθοτομούντων τὸν λόγον τῆς Σῆς ἀληθείας. Ἐν πρώτοις μνήσθητι, Κύριε ὁ Θεὸς ἡμῶν, τοῦ ὁσίου πατρὸς ἡμῶν, τοῦ ἁγιωτάτου ἡμῶν Ἀρχιεπισκόπου (…)· γῆρας αὐτῷ τίμιον χάρισαι, μακροχρόνιον αὐτὸν διαφύλαξον, ποιμαίνοντα τὸν λαόν Σου ἐν πάσῃ εὐσέβειᾳ και σεμνότητι. Μνήσθητι, Κύριε, τοῦ ἐνθάδε τιμίου πρεσβυτερίου καὶ τοῦ ἁπανταχοῦ, τῆς ἐν Χριστῷ διακονίας, λοιπῆς πάσης ὑπηρεσίας, παντὸς ἐκκλησιαστικοῦ τάγματος καὶ τῆς ἐν Χριστῷ ἀδελφότητος ἡμῶν καὶ παντὸς τοῦ φιλοχρίστου λαοῦ. Μνήσθητι, Κύριε, τῶν συμπαρισταμένων ἡμῖν ἱερέων, λειτουργῶν ἐν ταύτῃ τῇ ἁγίᾳ ὥρᾳ ἐνώπιον τοῦ ἁγίου Σου θυσιαστηρίου ἐπὶ προσενέξει τῆς ἁγίας καὶ ἀναίμακτου Σου θυσίας, καὶ δὸς αὐτοῖς καὶ ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, εἰς δόξαν καὶ ἔπαινον τοῦ παναγίου ὀνόματός σου. Μνήσθητι, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν Σου, καὶ ὲμοῦ τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου Σου, καὶ ἐπίσκεψαί με έν ἐλέει καὶ οἰκτιρμοῖς· καὶ ῥῦσαι καὶ ἀθώωσον ἐκ τῶν καταδιωκόντων με, Κύριε, Κύριε τῶν δυνάμεων, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, καὶ ἐπειδὴ ἐπλεόνασεν ἐν ἐμοὶ ἡ ἁμαρτία, ὑπερπερισσεύσοι Σοι ἡ χάρις. Μνήσθητι, Κύριε, καὶ τῶν τὸ ἅγιόν Σου θυσιαστήριον κυκλούντων διακόνων· χάρισαι αὐτοῖς βίον ἄμεμπτον, ἄσπιλον αὐτῶν τὴν διακονίαν διαφύλαξον, καὶ βαθμοὺς ἀγαθοὺς αὐτοῖς περιποίησαι. Μνήσθητι, Κύριε, τῆς ἁγίας Σου τοῦ Θεοῦ ἡμῶν πόλεως καὶ τῆς βασιλευούσης καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν ἐν ὀρθοδόξῳ πίστει καὶ εὐλαβείᾳ κατοικούντων ἐν αὐταῖς, εἰρήνης καὶ ἀσφαλείας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν, καὶ τῆς οὐρανόθεν βοηθείας καὶ νίκης αὐτῶν. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν αὐτῶν, ὑπόταξον αὐτοῖς πάντα τὰ πολέμια καῖ βάρβαρα ἔθνη· ρύθμισον αὐτῶν τὰ βουλεύματα, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, ξενιτευόντων χριστιανῶν, τῶν ἐν δεσμοῖς καὶ φυλακαῖς, τῶν ἐν αἰχμαλωσίαις καὶ ἐξορίαις, ἐν μετάλλοις καὶ βασάνοις, καὶ πικραῖς δουλείαις ὄντων, πατέρων τε καὶ ἀδελφῶν ἡμῶν, εἰρηνικῆς ἐπανόδου ἑκάστου αὐτῶν εἰς τὰ οἰκεῖα. Μνήσθητι, Κύριε, τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ ὄντων, νοσούντων, καμνόντων, καὶ τῶν ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένων, καὶ τῆς παρὰ Σοῦ τοῦ Θεοῦ ταχείας ἰάσεως καὶ σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, πάσης ψυχῆς χριστιανικῆς θλιβομένης καὶ καταπονουμένης, ἐλέους καὶ βοηθείας Σοῦ τοῦ Θεοῦ ἐπιδεομένης, καὶ ἐπιστροφῆς τῶν πεπλανημένων. Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ καὶ εὐλαβείᾳ καὶ ἀσκήσει διαμενόντων, καὶ τῶν ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀγωνιζομένων ὁσίων πατέρων τε καὶ ἀδελφῶν ἡμῶν, διὰ τὸ ὄνομά Σου τὸ ἅγιον. Μνήσθητι, Κύριε, πάντων εἰς ἀγαθόν· πάντας ἐλέησον, Δέσποτα· πᾶσιν ἡμῖν διαλλάγηθι· εἰρήνευσον τὰ πλήθη τοῦ λαοῦ Σου· διασκέδασον τὰ σκάνδαλα, κατάργησον τοὺς πολέμους· παῦσον τὰ σχίσματα τῶν ἐκκλησιῶν τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ἐν τάχει κατάλυσον· κατάβαλε τὸ φρύαγμα τῶν ἐθνῶν· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων, τὴν Σὴν εἰρήνην καὶ τὴν Σὴν ἀγάπην χάρισαι ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. Μνήσθητι, Κύριε, εὐκρασίας ἀέρων, ὄμβρων εἰρηνικῶν, δρόσων ἀγαθῶν, καρπῶν εὐφορίας, τελείας εὐετηρίας, καὶ τοῦ στεφάνου τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός Σου· οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς Σὲ ἐλπίζουσι, καὶ Σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ· ἀνοίγεις Σὺ τὴν χεῖρά Σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας. Μνήσθητι, Κύριε, τῶν καρποφορησάντων καὶ καρποφορούντων ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῦ μνημονεύειν αὐτῶν ἐν ταῖς προσευχαῖς. Ἔτι μνησθῆναι καταξίωσον, Κύριε, καὶ τῶν τὰς προσφορὰς ταύτας προσενεγκάντων ἐν τῇ σήμερον ἡμέρᾳ ἐπὶ τὸ ἅγιόν Σου Θυσιαστήριον, καὶ ὑπὲρ ὧν ἕκαστος προσήνεγκεν, ἢ κατὰ διάνοιαν ἔχει, καὶ τῶν ἀρτίως Σοι ἀναγινωσκομένων. Μνήσθητι, Κύριε, καὶ τῶν ἡμετέρων γονέων, συγγενῶν, καὶ φίλων, (δεῖνος καὶ δεῖνος). Τούτων πάντων μνήσθητι, Κύριε, ὧν ἐμνήσθημεν καὶ ὧν οὐκ ἐμνήσθημεν, ὀρθοδόξων ἀντίδος αὐτοῖς ἀντὶ τῶν ἐπιγείων τὰ οὐράνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα, ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, κατὰ τὸ ἐπάγγελμα τοῦ Χριστοῦ Σου, ἐπειδὴ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχεις.Ἔτι μνησθῆναι καταξίωσον, Δέσποτα, καὶ τῶν ἀπ᾿ αἰῶνός Σοι εὐαρεστησάντων κατὰ γενεὰν καὶ γενεάν, ἁγίων πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, μαρτύρων, ὁμολογητῶν, διδασκάλων, ὁσίων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου. Μνήσθητι, Κύριε, τῆς ἀρχαγγελικῆς φωνῆς τῆς λεγούσης· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ, εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

(ἐκφώνως): Ἐξαιρέτως τῆς παναγίας καὶ ὑπερευλογημένης, ἀχράντου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Χορός: Μνήσθητι, Κύριε, ὁ Θεὸς ἡμῶν.

Ἱερεύς (μυστικῶς): Τοῦ ἁγίου ᾿Ιωάννου, τοῦ ἐνδόξου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ, τῶν ἁγίων Ἀποστόλων, τῶν ἁγίων Προφητῶν καὶ Πατριαρχῶν καὶ Δικαίων, ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν. Μνήσθητι, Κύριε, ὁ Θεὸς τῶν ἁγίων Πατέρων ἡμῶν καὶ Ἀρχιεπισκόπων καὶ πάσης σαρκός, ὧν ἐμνήσθημεν καὶ ὧν οὐκ ἐμνήσθημεν. Ἐκεῖ αὐτοὺς ἀνάπαυσον ἐν χώρᾳ ζώντων, ἐν τῇ βασιλείᾳ Σου, ἐν τρυφῇ τοῦ παραδείσου, ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν ἁγίων Πατέρων ἡμῶν, ὅθεν ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου Σου καὶ καταλάμπει διὰ παντός. Ἡμῶν δὲ τὰ τέλη τῆς ζωῆς χριστιανὰ καὶ εὐάρεστα καὶ ἀναμάρτητα ἐν εἰρήνῃ κατεύθυνον, Κύριε, ἐπισυνάγων ἡμᾶς ὑπὸ τοὺς πόδας τῶν ἐκλεκτῶν Σου, ὅ,τι θέλεις καὶ ὡς θέλεις, μόνον χωρὶς αἰσχύνης καὶ παραπτωμάτων· διὰ τοῦ μονογενοῦς Σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ· Αὐτὸς γὰρ ἐστιν ὁ μόνος ἀναμάρτητος φανεὶς ἐπὶ τῆς γῆς.

Διάκονος: Καὶ ὑπὲρ εἰρήνης καὶ εὐσταθείας παντὸς τοῦ κόσμου καὶ τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ ὑπὲρ ὧν ἕκαστος προσήνεγκεν ἢ κατὰ διάνοιαν ἔχει καὶ τοῦ παρεστῶτος λαοῦ, καὶ πάντων καὶ πασῶν.

Ἱερεύς (ἐκφώνως): Δὸς καὶ ἡμῖν καὶ αὐτοῖς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Δεσπότης.

Χορός: Ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια, τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ τὰ ἐν ἀγνοίᾳ.

Ἱερεύς (ἐκφώνως): Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Χριστοῦ Σου, μεθ᾿ Οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος σῦν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός: Ἀμήν.

Ἱερεύς: Εἰρήνη πᾶσι.

Χορός: Καὶ τῷ Πνεύματί σου.

Διάκονος: Ἔτι καὶ ἔτι καὶ διὰ παντὸς ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Χορός: Κύριε, ἐλέησον.

Διάκονος: Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων, ἐπουρανίων, ἀρρήτων, ἀχράντων, ἐνδόξων, φοβερῶν, φρικτῶν, θείων δώρων Κυρίῳ τῷ Θεῷ ἡμῶν δεηθῶμεν.

Χορός: Κύριε, ἐλέησον.

Διάκονος: Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν, προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον νοερὸν καὶ πνευματικόν Αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ παναγίου Πνεύματος, δεηθῶμεν.

Χορός: Κύριε, ἐλέησον.

Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ παναγίου Αὐτοῦ καὶ προσκυνητοῦ Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Χορός: Σοί, Κύριε.

Ἱερεύς (μυστικῶς): Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ μεγαλώνυμος Κύριος, ἡ μακαρία φύσις, ἡ ἄφθονος ἀγαθότης, ὁ πάντων Θεὸς καὶ Δεσπότης, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ καὶ δοξαζόμενος ὑπὸ τῶν Σεραφίμ, ᾧ παρεστήκασι χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων στρατιαί, τὰ μὲν προσενεχθέντα Σοι δῶρα, δόματα, καρπώματα, εἰς ὀσμὴν εὐωδίας προσεδέξω, καὶ ἁγιάσαι καὶ τελειῶσαι κατηξίωσας, ἀγαθέ, τῇ χάριτι τοῦ Χριστοῦ Σου καὶ τοῦ παναγίου Σου Πνεύματος· ἁγίασον, Δέσποτα καὶ τὰς ἡμετέρας ψυχὰς καὶ τὰ σώματα καὶ τὰ πνεύματα καὶ ψηλάφησον τὰς διανοίας, καὶ ἀνάκρινον τὰς συνειδήσεις· καὶ ἔκβαλε ἀφ᾿ ἡμῶν πᾶσαν ἔννοιαν πονηράν, πάντα λογισμὸν ἀσελγῆ, πᾶσαν ἐπιθυμίαν καὶ ἐνθύμησιν αἰσχράν, πάντα λόγον ἀπρεπῆ, πάντα φθόνον καὶ τύφον καὶ ὑπόκρισιν, πᾶν ψεῦδος, πάντα δόλον, πάντα πειρασμὸν βιοτικόν, πᾶσαν πλεονεξίαν, πᾶσαν κενοδοξίαν, πᾶσαν κακίαν, πάντα θυμόν, πᾶσαν ὀργήν, πᾶσαν μνησικακίαν, πᾶσαν βλασφημίαν, πᾶσαν φιλαργυρίαν καὶ ῥαθυμίαν, πᾶσαν κίνησιν σαρκός τε και πνεύματος, ἀπηλλοτριωμένην τοῦ θελήματος τῆς ἁγιότητός Σου.

(ἐκφώνως): Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, φιλάνθρωπε Κύριε, μετὰ παρρησίας, ἀκατακρίτως, ἐν καθαρᾷ καρδίᾳ, ψυχῇ πεφωτισμένῃ, ἀνεπαισχύντῳ προσώπῳ, ἡγιασμένοις χείλεσι, τολμᾶν ἐπικαλεῖσθαί Σε, τὸν ἐν τοῖς οὐρανοῖς ἅγιον Θεὸν Πατέρα καὶ λέγειν.

Χορός: Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἱερεὺς (καθ᾿ ἑαυτόν): Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, Κύριε, Κύριε τῶν δυνάμεων, ὁ εἰδὼς τὴν ἀσθένειαν ἡμῶν, ἀλλὰ ῥῦσαι ἡμᾶς, ἀπὸ τοῦ πονηροῦ καὶ ἐκ τῶν ἔργων αὐτοῦ καὶ πάσης ἐπηρείας καὶ μεθοδείας αὐτοῦ διὰ τὸ ὄνομά Σου τὸ ἅγιον, τὸ ἐπικληθὲν ἐπὶ τὴν ἡμετέραν ταπείνωσιν.

(ἐκφώνως): Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός: Ἀμήν.

Ἱερεὺς: Εἰρήνη πᾶσι.

Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ἱερεύς (μυστικῶς): Σοὶ ἐκλίναμεν οἱ δοῦλοί Σου, Κύριε, τοὺς ἑαυτῶν αὐχένας, ἐνώπιον τοῦ ἁγίου Θυσιαστηρίου, ἀπεκδεχόμενοι τὰ παρὰ σοῦ πλούσια ἐλέη· πλουσίαν καὶ νῦν τὴν χάριν σου καὶ τὴν εὐλογίαν Σου ἐξαπόστειλον ἡμῖν, Δέσποτα, καὶ ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ τὰ πνεύματα, ἵνα ἄξιοι γενώμεθα κοινωνοὶ καὶ μέτοχοι γενέσθαι τῶν ἁγίων Σου μυστηρίων εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

(ἐκφώνως): Σὺ γὰρ προσκυνητὸς καὶ δεδοξασμένος ὑπάρχεις, ὁ Θεὸς ἡμῶν, καὶ ὁ μονογενής Σου Υἱὸς καὶ τὸ Πνεῦμά Σου τὸ πανάγιον, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Μετὰ τοῦτο στρεφόμενος πρὸς τὸν λαὸν ὁ Ἱερεύς ἐκφωνεῖ·

Ἱερεύς: Καὶ ἔσται ἡ χάρις καὶ τὰ ἐλέη τῆς ἁγίας καὶ ὁμοουσίου, ἀκτίστου καὶ ἀδιαιρέτου καὶ προσκυνητῆς Τριάδος μετὰ πάντων ὑμῶν.

Χορός: Καὶ μετὰ τοῦ πνεύματός Σου.

Διάκονος: Μετὰ φόβου Θεοῦ πρόσχωμεν.

Ὁ Ἱερεύς, ὑψῶν τὸν ἄρτον λέγει καθ᾿ ἑαυτόν·

Ἱερεύς: Ἅγιε, ὁ ἐν Ἁγίοις ἀναπαυόμενος, Κύριε, ἁγίασον ἡμᾶς τῷ λόγῳ τῆς σῆς χάριτος καὶ ἐπιφοιτήσει τοῦ παναγίου Σου Πνεύματος. Σὺ γὰρ εἶπας, Δέσποτα· Ἅγιοι ἔσεσθε, ὅτι Ἅγιός εἰμι, Κύριος ὁ Θεὸς ἡμῶν.

Καὶ τὴν ἑξῆς εὐχήν·

Ἱερεύς: Ἀκατάληπτε Θεέ, Λόγε, τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι ὁμοούσιε, συναΐδιε, καὶ ἀχώριστε, πρόσδεξαι τὸν ἀκήρατον ὕμνον ἐν ταῖς ἁγίαις Σου ἀναιμάκτοις θυσίαις σὺν τοῖς Χερουβὶμ καὶ Σεραφὶμ καὶ παρ᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, βοῶντος καὶ λέγοντος.

(ἐκφώνως): Τὰ ἅγια τοῖς ἁγίοις.

Χορός: Εἷς Ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός, σὺν ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διάκονος: Ὑπὲρ σωτηρίας καὶ ἀντιλήψεως τοῦ ἁγιωτάτου ἡμῶν Πατρὸς καὶ Ἀρχιεπισκόπου (…) καὶ ὑπὲρ πάσης ψυχῆς θλιβομένης καὶ καταπονουμένης, ἐλέους καῖ βοηθείας Θεοῦ ἐπιδεομένης, καὶ ἐπιστροφῆς τῶν πεπλανημένων, ἰάσεως τῶν ἀσθενούντων, ἀναρρύσεως τῶν αἰχμαλώτων, ἀναπαύσεως τῶν προκεκοιμημένων πατέρων τε καὶ ἀδελφῶν ἡμῶν, πάντες ἐκτενῶς εἴπωμεν, Κύριε ἐλέησον.

Χορός: Κύριε ἐλέησον.

Τ᾿ ἀνωτέρω τοῦ Διακόνου λέγοντος, ὁ ἱερεὺς κλᾷ τὸν ἄρτον καὶ κρατεῖ τῇ δεξιᾷ τὸ ἥμισυ καὶ τῇ ἀριστερᾷ τὸ ἕτερον ἥμισυ, καὶ βάπτει τὸ τῆς δεξιᾶς ἐν τῷ κρατῆρι λέγων·

Ἱερεύς: Ἕνωσις τοῦ παναγίου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Καὶ εὐθέως ἄρχεται μελίζειν, καὶ τίθησιν εἰς τὸν κρατῆρα μίαν μερίδα ἁπλῆν λέγων·

Ἱερεύς: Ἥνωται καὶ ἡγίασται, καὶ τετελείωται τὰ ἅγια δῶρα ταῦτα, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.

Εἶτα δὲ ἐκχέει ζέον ὕδωρ εἰς τὸ Ποτήριον.

Διάκονος: Ἐν εἰρήνῃ Χριστοῦ ψάλωμεν.

Ὁ Χορὸς τὸ Κοινωνικόν·

Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα.

Ὁ Ἱερεύς, ἐπεύχεται μυστικῶς πρὸ τοῦ μεταλαβεῖν·

Ἱερεύς: Δέσποτα Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ οὐράνιος ἄρτος, ἡ τροφὴ τοῦ παντὸς κόσμου, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιον Σου, καὶ οὐκ εἰμὶ ἄξιος μεταλαβεῖν τῶν ἁγίων καὶ ἀχράντων Σου μυστηρίων· ἀλλὰ διὰ τὴν Σὴν ἀγαθότητα καὶ ἄφατον μακροθυμίαν ἄξιόν με ποίησον καὶ ἀκατάκριτον καὶ ἀνεπαίσχυντον μετασχεῖν τοῦ παναγίου σώματος καὶ τοῦ τιμίου αἵματος, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Μετὰ τοῦτο κοινωνεῖ ὁ Ἱερεὺς τοῦ σώματος καὶ αἵματος καὶ μεταδίδωσι τῷ Διακόνῳ. Ὅτε δὲ ἐπαίρει ὁ Διάκονος τὸν δίσκον καὶ τὸ ποτήριον εἰς τὸ μεταδιδόναι τῷ λαῷ, λέγει·

Διάκονος: Κύριε, εὐλόγησον.

Ἱερεύς: Δόξα τῷ Θεῷ τῷ ἁγιάσαντι καὶ ἁγιάζοντι πάντας ἡμᾶς.

Διάκονος: Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα Σου καὶ ἡ βασιλεία Σου διαμένει εἰς τοὺς αἰῶνας τῶν αίώνων.

Ἱερεύς: Εὐλογητὸν τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διάκονος: Μετὰ φόβου Θεοῦ προσέλθετε.

Ὁ Χορός, μετὰ τὸ μεταλάβεῖν ψάλλει·

Χορός: Πλήρωσον τὸ στόμα μου αἰνέσεώς Σου, Κύριε, καὶ χαρᾶς ἔμπλησον τὰ χείλη μου, ὅπως ὑμνήσω τὴν δόξαν Σου. Εὐχαριστοῦμέν Σοι Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τοῦ σώματος καὶ αἵματός Σου εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν τὴν αἰώνιον· ἀκατακρίτους ἡμᾶς διαφύλαξον, δεόμεθα, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ὁ ἱερεύς μετὰ τὸ μεταλαβεῖν πάντας, λέγει καθ᾿ ἑαυτὸν τὴν ἑξῆς εὐχὴν τοῦ θυμιάματος·

Ἱερεύς (μυστικῶς): Εὔφρανας ἡμᾶς, ὁ Θεός, ἐν τῇ ἑνώσει Σου καὶ Σοὶ προσφέρομεν ὕμνον χαριστήριον, καρπὸν χειλέων, ὁμολογούντων τὴν χάριν Σου σὺν τῷ θυμιάματι τούτῳ, ἀναβήτω δὲ πρὸς Σέ, ὁ Θεὸς· καὶ μὴ ἀποστραφείη διὰ κενῆς, ἀλλὰ χάρισαι ἡμῖν δι᾿ αὐτοῦ εὐωδίαν τοῦ παναγίου Σου Πνεύματος, τὸ μύρον τὸ ἄχραντον καὶ ἀναφαίρετον· πλήρωσον τὸ στόμα ἡμῶν αἰνέσεως καὶ τὰ χείλη ἀγαλλιάσεως καὶ τὴν καρδίαν χαρᾶς καὶ εὐφροσύνης, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διάκονος: Ἔτι καὶ ἔτι διὰ παντὸς ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ὅπως γένηται ἡμῖν ἡ μετάληψις τῶν ἁγιασμάτων Αὐτοῦ εἰς ἀποτροπὴν παντὸς πονηροῦ πράγματος, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς κοινωνίαν καὶ δωρεὰν τοῦ ἁγίου Πνεύματος, δεηθῶμεν. Τῆς παναγίας, ἀχράντου, ὑπερενδόξου, εὐλογημένης, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων καὶ Δικαίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Χορός: Σοί, Κύριε.

Ὁ Ἱερεύς, τοῦ Διακόνου τ᾿ ἀνωτέρω λέγοντος ἐπεύχεται μυστικῶς·

Ἱερεύς (μυστικῶς): Ὁ Θεός, ὁ διὰ πολλὴν καὶ ἄφατον εὐσπλαγχνίαν συγκαταβὰς τῇ ἀσθενείᾳ τῶν δούλων Σου καὶ καταξιώσας ἡμᾶς μετασχεῖν ταύτης τῆς ἐπουρανίου τραπέζης, μὴ κατακρίνῃς ἡμᾶς, Δέσποτα, τοὺς ἁμαρτωλοὺς ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων Σου μυστηρίων, ἀλλὰ φύλαξον ἡμᾶς, ἀγαθέ, ἐν ἁγιασμῷ, ἵνα ἄξιοι γενόμενοι τοῦ παναγίου Σου Πνεύματος εὕρωμεν μέρος καὶ κλῆρον μετὰ πάντων τῶν Ἁγίων τῶν ἀπ᾿ αἰῶνός Σοι εὐαρεστησάντων ἐν τῷ φωτὶ τοῦ προσώπου Σου, διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς Σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ Οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(ἐκφώνως): Ὅτι ηὐλόγηται καὶ ἡγίασται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ἅγιον ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός: Αμήν.

Ἱερεύς: Εἰρήνη πᾶσι.

Διάκονος: Τὰς κεφάλας ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Χορός: Σοί, Κύριε.

Ὁ Ἱερεύς, καθ᾿ ἑαυτόν·

Ἱερεύς: Ὁ Θεός ὁ μέγας καὶ θαυμαστός, ἔπιδε ἐπὶ τοὺς δούλους Σου, ὅτι Σοὶ τοὺς αὐχένας ἐκλίναμεν, καὶ ἔκτεινον τὴν χεῖρά Σου τὴν κραταιάν, τὴν πλήρη εὐλογιῶν, καὶ εὐλόγησον τὸν λαὸν Σου, καὶ διαφύλαξον τὴν κληρονομίαν Σου, ἵνα ἀεὶ καὶ διὰ παντὸς δοξάζωμέν Σε, τὸν μόνον ζῶντα καὶ ἀληθινὸν Θεὸν ἡμῶν, τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα, Πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα.

(ἐκφώνως): Σοὶ γὰρ πρέπει καὶ ἐποφείλεται ἡ παρὰ πάντων ἡμῶν πᾶσα δοξολογία, τιμή, προσκύνησις καὶ εὐχαριστία, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός: Ἀμήν.

Διάκονος: Ἐν εἰρήνῃ Χριστοῦ πορευθῶμεν.

Ὁ Ἱερεύς ἐκφώνως ἐπὶ τοῦ ἐν τῷ μέσῳ τοῦ ναοῦ ἄμβωνος ἱστάμενος·

Ἱερεύς: Ἐκ δυνάμεως εἰς δύναμιν πορευόμενοι, καὶ πᾶσαν τὴν ἐν τῷ ναῷ Σου πληρώσαντες θείαν λειτουργίαν καὶ νῦν δεόμεθά σου, Κύριε ὁ Θεὸς ἡμῶν, τελείας φιλανθρωπίας ἀξίωσον ἡμᾶς· ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, ῥίζωσον ἡμᾶς ἐν τῷ φόβῳ Σου, πάντας ἐλέησον καὶ τῆς ἐπουρανίου Σου βασιλείας ἀξίους ἀνάδειξον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ Σοὶ πρέπει δόξα, τιμή, κράτος, ἅμα τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Μεθ᾿ ὃ εἰσέρχεται ὁ Ἱερεὺς εἰς τὸ ἅγιον Βῆμα.

Ὁ Διάκονος, πρὸς τὸν λαόν, σοβαρῶς καὶ ἠρέμα·

Διάκονος: Ἀπολύεσθε ἐν εἰρήνῃ.

Ὁ Ἱερεύς, καθ᾿ ἑαυτόν·

Ἱερεύς: Εὐλόγηται ὁ Θεός, ὁ εὐλογῶν καὶ ἁγιάζων ἡμᾶς διὰ τῆς μεταλήψεως τῶν ἁγίων καὶ ἀχράντων Αὐτοῦ μυστηρίων, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αὶῶνας τῶν αἰώνων. Ἀμήν.