Menu Close

ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ: Κεφάλαιο 21

ΚΑΙ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευὶ πρὸς ᾿Ελεάζαρ τὸν ἱερέα καὶ ᾿Ιησοῦν τὸν τοῦ Ναυὴ καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν ᾿Ισραὴλ 2 καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλὼ ἐν γῇ Χαναὰν λέγοντες· ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν. 3 καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος Κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν. 4 καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Καάθ, καὶ ἐγένετο τοῖς υἱοῖς ᾿Ααρὼν τοῖς ἱερεῦσι τοῖς Λευίταις ἀπὸ φυλῆς ᾿Ιούδα καὶ ἀπὸ φυλῆς Συμεὼν καὶ ἀπὸ φυλῆς Βενιαμὶν κληρωτὶ πόλεις δεκατρεῖς· 5 καὶ τοῖς υἱοῖς Καὰθ καταλελειμμένοις ἐκ τῆς φυλῆς ᾿Εφραὶμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κληρωτὶ πόλεις δέκα· 6 καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς ᾿Ισσάχαρ καὶ ἀπὸ τῆς φυλῆς ᾿Ασὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις δεκατρεῖς· 7 καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ρουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτὶ πόλεις δώδεκα. 8 καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, κληρωτί. 9 καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν ᾿Ιούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, καὶ ἐπεκλήθησαν 10 τοῖς υἱοῖς ᾿Ααρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευί, ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος. 11 καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβὸκ μητρόπολιν τῶν ᾿Ενὰκ (αὕτη ἐστὶ Χεβρὼν) ἐν τῷ ὄρει ᾿Ιούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς 12 καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν ᾿Ιησοῦς τοῖς υἱοῖς Χάλεβ υἱοῦ ᾿Ιεφοννὴ ἐν κατασχέσει· 13 καὶ τοῖς υἱοῖς ᾿Ααρὼν ἔδωκε τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνὰ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ. 14 καὶ τὴν Αἰλὼμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ 15 καὶ τὴν Γελλὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβὶρ καὶ τὰ ἀφωρισμένα αὐτῇ 16 καὶ ᾿Ασὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανὺ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμὺς καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων. 17 καὶ παρὰ τῆς φυλῆς Βενιαμὶν τὴν Γαβαὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθὲθ καὶ τὰ ἀφωρισμένα αὐτῇ 18 καὶ ᾿Αναθὼθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 19 πᾶσαι αἱ πόλεις υἱῶν ᾿Ααρὼν τῶν ἱερέων δεκατρεῖς. 20 καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἐγενήθη ἡ πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς ᾿Εφραίμ, 21 καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος, τὴν Συχὲμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ 22 καὶ Βαιθωρὼν καὶ τὰ ἀφωρισμένα τὰ αὐτῇ, πόλεις τέσσαρες. 23 καὶ ἐκ τῆς φυλῆς Δὰν τὴν ᾿Ελκωθαὶμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ 24 καὶ Αἰλὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθερεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 25 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Τανὰχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν ᾿Ιεβαθὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. 26 πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα αὐτῇ τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελειμμένοις. 27 καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσορὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. 28 καὶ ἐκ τῆς φυλῆς ᾿Ισσάχαρ τὴν Κισὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δεββὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ 29 καὶ τὴν Ρεμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 30 καὶ ἐκ τῆς φυλῆς ᾿Ασὴρ τὴν Βασελλὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαββὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ 31 καὶ Χελκὰτ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ραὰβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 32 καὶ ἐκ τῆς φυλῆς Νεφθαλὶ τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι, τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν ᾿Εμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Θεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς. 33 πᾶσαι αἱ πόλεις τοῦ Γεδσὼν κατὰ δήμους αὐτῶν πόλεις δεκατρεῖς. 34 καὶ τῷ δήμῳ υἱῶν Μεραρὶ τοῖς Λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς Ζαβουλὼν τὴν Μαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Κάδης καὶ τὰ περισπόρια αὐτῆς 35 καὶ Σελλὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τρεῖς. 36 καὶ πέραν τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἐκ τῆς φυλῆς Ρουβήν, τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ τῇ Μισὼρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς 37 καὶ τὴν Δεκμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαφὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες. 38 καὶ ἀπὸ φυλῆς Γὰδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Ραμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καμὶν καὶ τὰ περισπόρια αὐτῆς 39 καὶ τὴν ᾿Εσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς, πᾶσαι αἱ πόλεις τέσσαρες. 40 πᾶσαι αἱ πόλεις τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς τῆς Λευί· καὶ ἐγενήθη τὰ ὅρια πόλεις δεκαδύο. 41 πᾶσαι αἱ πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν ᾿Ισραὴλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν κύκλῳ τῶν πόλεων τούτων, 42 πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσι ταύταις. 42α Καὶ συνετέλεσεν ᾿Ιησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν. 42β καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ μερίδα τῷ ᾿Ιησοῖ κατὰ πρόσταγμα Κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο· τὴν Θαμνασαρὰχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει ᾿Εφραίμ. 42γ καὶ ᾠκοδόμησεν ᾿Ιησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ. 42δ καὶ ἔλαβεν ᾿Ιησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαράχ. 43 Καὶ ἔδωκε Κύριος τῷ ᾿Ισραὴλ πᾶσαν τὴν γῆν, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ. 44 καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθὰ ὤμοσε τοῖς πατράσιν αὐτῶν· οὐκ ἀντέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκε Κύριος εἰς τὰς χεῖρας αὐτῶν. 45 οὐ διέπεσεν ἀπὸ πάντων τῶν ρημάτων τῶν καλῶν, ὧν ἐλάλησε Κύριος τοῖς υἱοῖς ᾿Ισραήλ· πάντα παρεγένετο.