Menu Close

ΒΑΣΙΛΕΙΩΝ Γ΄: Κεφάλαιο 22

ΚΑΙ ἐκάθισε τὰ τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον ᾿Ισραήλ. 2 καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα πρὸς βασιλέα ᾿Ισραήλ. 3 καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ· εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμὰθ Γαλαάδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας; 4 καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· ἀναβήσῃ μεθ᾿ ἡμῶν εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον; 5 καὶ εἶπεν ᾿Ιωσαφάτ· καθὼς ἐγὼ καὶ σὺ οὕτως, καθὼς ὁ λαός μου ὁ λαός σου, καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου. καὶ εἶπεν ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα πρὸς βασιλέα ᾿Ισραήλ· ἐπερωτήσατε δὴ σήμερον τὸν Κύριον. 6 καὶ συνήθροισεν ὁ βασιλεὺς ᾿Ισραὴλ πάντας τοὺς προφήτας, ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· εἰ πορευθῶ εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπον· ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. 7 καὶ εἶπεν ᾿Ιωσαφὰτ πρὸς βασιλέα ᾿Ισραήλ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου καὶ ἐπερωτήσομεν τὸν Κύριον δι᾿ αὐτοῦ; 8 καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· εἷς ἐστιν ἀνὴρ εἰς τὸ ἐπερωτῆσαι δι᾿ αὐτοῦ τὸν Κύριον, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλά, ἀλλ᾿ ἢ κακά, Μιχαίας υἱὸς ᾿Ιεμβλαά. καὶ εἶπεν ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα· μὴ λεγέτω ὁ βασιλεὺς οὕτως. 9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς ᾿Ισραὴλ εὐνοῦχον ἕνα καὶ εἶπε· τὸ τάχος Μιχαίαν υἱὸν ᾿Ιεμβλαά. 10 καὶ ὁ βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν. 11 καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χανανὰ κέρατα σιδηρᾶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως συντελεσθῇ. 12 καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες· ἀνάβαινε εἰς Ρεμμὰθ Γαλαάδ, καὶ εὐοδώσει καὶ δώσει Κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας. 13 καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαίαν ἐλάλησεν αὐτῷ λέγων· ἰδοὺ δὴ λαλοῦσι πάντες οἱ προφῆται ἐν στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εἰς τοὺς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά. 14 καὶ εἶπε Μιχαίας· ζῇ Κύριος, ὅτι ἃ ἐὰν εἴπῃ Κύριος πρός με, ταῦτα λαλήσω. 15 καὶ ἦλθε πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· Μιχαία, εἰ ἀναβῶ εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπίσχω; καὶ εἶπεν· ἀνάβαινε, καὶ εὐοδώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. 16 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι Κυρίου; 17 καὶ εἶπε Μιχαίας· οὐχ οὕτως. ἑώρακα πάντα τὸν ᾿Ισραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον, ᾧ οὐκ ἔστι ποιμήν, καὶ εἶπε Κύριος· οὐ κύριος τούτοις Θεός; ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ ἀναστρεφέτω. 18 καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα· οὐκ εἶπα πρός σε ὅτι οὐ προφητεύει οὗτός μοι καλά, διότι ἀλλ᾿ ἢ κακά; 19 καὶ εἶπε Μιχαίας· οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ρῆμα Κυρίου, οὐχ οὕτως· εἶδον Θεὸν ᾿Ισραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων. 20 καὶ εἶπε Κύριος· τίς ἀπατήσει τὸν ᾿Αχαὰβ βασιλέα ᾿Ισραὴλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ρεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος οὕτως. 21 καὶ ἐξῆλθε πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν. 22 καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἐν τίνι; καὶ εἶπεν· ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν· ἀπατήσεις καί γε δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτως. 23 καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. 24 καὶ προσῆλθε Σεδεκίας υἱὸς Χανανὰ καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπε· ποῖον πνεῦμα Κυρίου τὸ λαλῆσαν ἐν σοί; 25 καὶ εἶπε Μιχαίας· ἰδοὺ σὺ ὄψῃ τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλθῃς ταμιεῖον τοῦ ταμιείου τοῦ κρυβῆναι ἐκεῖ. 26 καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραήλ· λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ ᾿Ιωὰς υἱῷ τοῦ βασιλέως 27 εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. 28 καὶ εἶπε Μιχαίας· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί. 29 καὶ ἀνέβη βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα μετ᾿ αὐτοῦ εἰς Ρεμμὰθ Γαλαάδ. 30 καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα· συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς ᾿Ισραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον. 31 καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶ λέγων· μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν, ἀλλ᾿ ἢ τὸν βασιλέα ᾿Ισραὴλ μονώτατον. 32 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα, καὶ αὐτοὶ εἶπαν· φαίνεται βασιλεὺς ᾿Ισραὴλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι, καὶ ἀνέκραξεν ᾿Ιωσαφάτ. 33 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστι βασιλεὺς ᾿Ισραὴλ οὗτος, καὶ ἀνέστρεψαν ἀπ᾿ αὐτοῦ. 34 καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξε τὸν βασιλέα ᾿Ισραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπε τῷ ἡνιόχῳ αὐτοῦ· ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι. 35 καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἀπὸ πρωΐ ἕως ἑσπέρας καὶ ἐπέχυνε τὸ αἷμα ἀπὸ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος. 36 καὶ ἔστη ὁ στρατοκήρυξ δύοντος τοῦ ἡλίου λέγων· ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν, 37 ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς Σαμάρειαν καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ. 38 καὶ ἀπένιψαν τὸ αἷμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησε. 39 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αχαὰβ καὶ πάντα, ἃ ἐποίησε, καὶ οἶκον ἐλεφάντινον, ὃν ᾠκοδόμησε, καὶ πάσας τὰς πόλεις, ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ; 40 καὶ ἐκοιμήθη ᾿Αχαὰβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν ᾿Οχοζίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. 41 Καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Ασὰ ἐβασίλευσεν ἐπὶ ᾿Ιούδαν· ἐν ἔτει τετάρτῳ τοῦ ᾿Αχαὰβ βασιλέως ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Ιωσαφάτ. 42 υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αζουβὰ θυγάτηρ Σαλαΐ. 43 καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου· 44 πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. 45 καὶ εἰρήνευσεν ᾿Ιωσαφὰτ μετὰ βασιλέως ᾿Ισραήλ. 46 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωσαφὰτ καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλέων ᾿Ιούδα;* 51 καὶ ἐκοιμήθη ᾿Ιωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν ᾿Ιωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. 52 Καὶ ᾿Οχοζίας υἱὸς ᾿Αχαὰβ ἐβασίλευεν ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα· καὶ ἐβασίλευσεν ἐν ᾿Ισραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη. 53 καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ ᾿Αχαὰβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ ᾿Ιεζάβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. 54 καὶ ἐδούλευσε τοῖς Βααλὶμ καὶ προσεκύνησεν αὐτοῖς καὶ παρώργισε τὸν Κύριον Θεὸν ᾿Ισραήλ, κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ.——————————————

 * 47 Καὶ περισσὸν τοῦ ἐνδιηλλαγμένου, ὃ ὑπελείφθη ἐν ἡμέραις ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ, ἐπέλεξεν ἀπὸ τῆς γῆς. 48 καὶ βασιλεὺς οὐκ ἦν ἐν ᾿Εδὲμ ἐστηλωμένος. καὶ ὁ βασιλεὺς 49 ᾿Ιωσαφὰτ ἐποίησε νῆας εἰς Θαρσὶς τοῦ πορευθῆναι ᾿Ωφέρδε εἰς χρυσίον, καὶ οὐκ ἐπορεύθησαν, ὅτι συνετρίβησαν νῆες ἐν ᾿Ασεὼν Γαβέρ. 50 τότε εἶπε ᾿Οχοζίας υἱὸς ᾿Αχαὰβ πρὸς ᾿Ιωσαφάτ· πορευθήτωσαν δοῦλοί μου μετὰ τῶν δούλων σου ταῖς ναυσί· καὶ οὐκ ἠθέλησεν ᾿Ιωσαφάτ.