Menu Close

Συναξαριστής 25ης Μαρτίου

Τῷ αὐτῷ μηνὶ ΚΕ΄, ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ᾈειπαρθένου Μαρίας.[1]

Ἤγγειλεν Υἱὸν Ἄγγελος τῇ Παρθένῳ,
Πατρὸς μεγίστης Ἄγγελον βουλῆς μέγαν.
Γήθεο τῇ Μαρίῃ ἔφατ᾿ Ἄγγελος εἰκάδι πέμπτῃ.

Ὁ φιλάνθρωπος καὶ ἐλεήμων Θεός, ὁ πάντοτε φροντίζων διὰ τὸ γένος τῶν ἀνθρώπων ὡς Πατὴρ φιλόστοργος, θεωρῶν τὸ πλάσμα τῶν χειρῶν αὑτοῦ, ὁποῦ κατετυραννεῖτο ἀπὸ τὸν Διάβολον, καὶ κατεσύρετο εἰς τὰ πάθη τῆς ἀτιμίας, καὶ εἰς τὴν εἰδωλολατρείαν ὑπέκειτο, ἠθέλησε νὰ ἀποστείλῃ τὸν Υἱόν του τὸν μονογενῆ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ νὰ λυτρώσῃ αὐτὸ ἀπὸ τὰς χεῖρας τοῦ Διαβόλου. Ἐπειδὴ δὲ ἠθέλησε νὰ μὴ ἠξεύρῃ τὸ μυστήριον τοῦτο, ὄχι μόνον ὁ Σατανᾶς, ἀλλ᾿ οὐδὲ αὐταὶ αἱ Οὐράνιαι Δυνάμεις,[2] διὰ τοῦτο ἐνεπιστεύθη τὸ μυστήριον αὐτὸ εἰς ἕνα Ἀρχάγγελον: ἤτοι εἰς τὸν ἐνδοξότατον Γαβριήλ. Προοικονόμησε δὲ νὰ γεννηθῇ καὶ ἡ Ἁγία Παρθένος Μαρία, καὶ νὰ φυλαχθῇ καθαρά, ὡς ἀξία τοῦ τοιούτου μεγάλου μυστηρίου καὶ παγκοσμίου καλοῦ. Ὅθεν ἐλθὼν ὁ Ἄγγελος εἰς πόλιν Ναζαρέτ, εἶπεν αὐτῇ· «Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ». Ἡ δὲ Παρθένος ὕστερον ἀπὸ ἄλλα λόγια, εἶπε τελευταῖον πρὸς τὸν Ἄγγελον· «Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου». Καὶ εὐθὺς μὲ τὸν λόγον τοῦτον συνέλαβεν ὑπερφυῶς ἐν τῇ ἀχράντῳ κοιλίᾳ της, τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, τὴν ἐνυπόστατον σοφίαν καὶ δύναμιν αὐτοῦ, μὲ τὴν ἐπισκίασιν αὐτοῦ τοῦ ἰδίου Λόγου τοῦ Θεοῦ, καὶ μὲ τὴν ἐπέλευσιν τοῦ Παναγίου Πνεύματος. Ἀπὸ τότε λοιπὸν ἐτελέσθησαν οἰκονομικῶς ἅπαντα τὰ μυστήρια τοῦ Θεοῦ Λόγου διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ ἀπολύτρωσιν.[3] (Ὅρα εἰς τὸν Θησαυρὸν τοῦ πεζογράφου Δαμασκηνοῦ, καὶ εἰς τὸν Μηνιάτην, καὶ εἰς τὴν Σάλπιγγα, καὶ εἰς τὴν Σαγήνην, καὶ εἰς τὸν Κωφόν, καὶ εἰς τὴν Κατήχησιν τοῦ Στουδίτου).

Συναξαριστής 25ης Μαρτίου

***

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν Σεννούφιος ὁ Σημειοφόρος ἐν εἰρήνῃ τελειοῦται.

Τὸ σῆμα κρύπτει σῶμα τοῦ Σεννουφίου,
Σημεῖα τοῦ δείξαντος ἐν βίῳ ξένα.

***

Αἱ Ἅγιαι Μάρτυρες Πελαγία καὶ Θεοδοσία ξίφει τελειοῦνται.

Θεοδοσία καὶ Πελαγία ξίφει,
Πέλαγος εὗρον δωρεῶν Θεοῦ Λόγου.

***

Δήμιός τις τὸν Χριστὸν ἐπιγνούς, καὶ ἐν ζοφώδει φρουρᾷ βληθείς, τελειοῦται.

Εἱρκτὴν σκοτεινὴν δήμιος κατεκρίθη,
Γνοὺς Χριστὸν ἐξάγοντα φῶς ἀπὸ σκότους.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς.

**

[1] Σημείωσαι, ὅτι εἰς τὸν Εὐαγγελισμὸν ἐγκώμια ἔπλεξαν ὁ Χρυσόστομος δύω, ὧν τοῦ μὲν ἑνὸς ἡ ἀρχή ἐστιν αὕτη· «Βασιλικῶν μυστηρίων ἑορτὴν ἑορτάζομεν σήμερον», τοῦ δὲ ἑτέρου, αὕτη· «Πάλιν χαρᾶς εὐαγγέλια». Ἀνδρέας ὁ Κρήτης, οὗ ἡ ἀρχή· «Ἐπέστη σήμερον ἡ πάντων χαρά». Ἰωάννης ὁ Δαμασκηνός, οὗ ἡ ἀρχή· «Νῦν ἡ τῆς Βασιλίδος Βασιλική». Γρηγόριος ὁ Νεοκαισαρείας, οὗ ἡ ἀρχή· «Ἑορτὰς μὲν ἁπάσας καὶ ὑμνῳδίας». Γερμανὸς ὁ Κωνσταντινουπόλεως, οὗ ἡ ἀρχή· «Τῆς παρούσης τιμίας καὶ Βασιλικῆς». Θεόδωρος ὁ Μονερημήτης, οὗ ἡ ἀρχή· «Ὅταν ἡ χειμέριος τῆς εἰδωλολατρείας». (Σῴζονται πᾶντες ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου.) Ἔχει ἐγκώμιον εἰς τὴν αὐτὴν ἑορτὴν καὶ ὁ Πρόκλος, καὶ Ἰωσὴφ ὁ Βρυέννιος. Καὶ ὁ Νύσσης δὲ θεῖος Γρηγόριος λόγον σύντομον ὁμοῦ καὶ γλαφυρὸν συνέθετο εἰς τὸν Εὐαγγελισμόν, ὅστις σῴζεται μὲν ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Σταυρονικήτα, χειρόγραφος, οὐ σῴζεται δὲ ἐν τοῖς τετυπωμένοις τρισὶ τόμοις τοῦ Ἁγίου, οὗ ἡ ἀρχή· «Τῇ προτέρᾳ Κυριακῇ τὴν Ὀρθόδοξον ταύτην Ἐκκλησίαν, Οὐράνιον χορείαν ἐκάλεσεν ὁ Μέγας Βασίλειος». Ἀλλὰ καὶ Ἰωάννης ὁ πάνσοφος καὶ Γεωμέτρης, λόγον προσφωνητικὸν καὶ χαριστήριον συνέθετο εἰς τὸν Εὐαγγελισμόν, οὗ ἡ ἀρχή· «Χαίρετε, τοῦτό μοι τὸ βραχὺ καὶ μέγα τοῦ λόγου προοίμιον, χαίρετε». Καὶ ὁ ὕπατος τῶν φιλοσόφων Ψελλός, οὗ ἡ ἀρχή· «Ἀρχὴ μὲν τῶν ὄντων Θεός». (Σῴζονται καὶ οἱ δύω ἐν τῷ δευτέρῳ Πανηγυρικῷ τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπαιδίου, καὶ ἐν τῇ Μονῇ τοῦ Παντοκράτορος.) Γρηγόριος ὁ Παλαμᾶς, οὗ ἡ ἀρχή· «Ὁ μὲν ψαλμῳδὸς Προφήτης». Γερμανὸς ὁ Κωνσταντινουπόλεως λόγον δεύτερον, οὗ ἡ ἀρχή· «Ἐπ᾿ ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος». (Σῴζονται ἐν τῷ δευτέρῳ Πανηγυρικῷ τῆς τοῦ Βατοπαιδίου.) Ἐν δὲ τῇ Λαύρᾳ καὶ ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων σῴζεται καὶ ἕτερος λόγος Γρηγορίου Νεοκαισαρείας, οὗ ἡ ἀρχή· «Σήμερον ἀγγελικῇ παρατάξει». Ἐν τῷ περιωνύμῳ δὲ Ναῷ τοῦ Πρωτάτου σῴζεται καὶ εἷς λόγος Σωφρονίου Ἱεροσολύμων, οὗ ἡ ἀρχή· «Εὐαγγέλια ἀδελφοὶ εὐαγγέλια· καὶ πάλιν ἐρῶ εὐαγγέλια». Ἀλλὰ καὶ ὁ Φώτιος λόγον συνέθετο εἰς τὴν αὐτὴν ἑορτήν, οὗ ἡ ἀρχή· «Φαιδρὰ τῆς παρούσης ἡμέρας καθέστηκεν ἡ πανήγυρις, καὶ λαμπρὰν τὴν χαρὰν τοῖς πέρασιν ἀποφέρεται». Ὁμοίως καὶ Θεοφάνης ὁ Κεραμεὺς ὁ Ταυρομενίας Ἐπίσκοπος, οὗ ἡ ἀρχή· «Σήμερον ἡ Ἐκκλησία δαδουχεῖται μυστικῶς καὶ πυρσεύεται». (Σῴζεται ἐν τῷ Πρωτάτῳ).

[2] Ὁ δὲ θεοφόρος Μάξιμος ἐν τῇ μβ΄ ἐρωτήσει οὕτως ἐπὶ λέξεως λέγει· «Ἐπειδή τινες ἀποροῦσιν, ὅτι πῶς λαθεῖν λέγεται τὰς Οὐρανίους Δυνάμεις ἡ τοῦ Κυρίου Ἐνανθρώπησις, ὁπόταν εὑρίσκωμεν, ὅτι καὶ αἱ προφητεῖαι αἱ πρὸ τοῦ Κυρίου, δι᾿ Ἀγγέλων γεγόνασι, καὶ τὴν σύλληψιν τῆς Παρθένου ὁ Γαβριὴλ εὐαγγελίζεται, καὶ τοὺς ποιμένας Ἄγγελοι μυσταγωγοῦσιν; ἀπόκρισις. Ὅτι μὲν ᾔδεισαν οἱ Ἄγγελοι τὴν μέλλουσαν ἔσεσθαι ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τοῦ Κυρίου ἐνανθρώπησιν, οὐ δεῖ ἀμφιβάλλειν. Ἐκεῖνο δὲ ἔλαθεν αὐτούς, ἡ ἀκατάληπτος τοῦ Κυρίου σύλληψις, καὶ ὁ τρόπος. Πῶς ὅλος ἐν τῷ Πατρὶ ὤν, καὶ ὅλος ὢν ἐν πᾶσι, καὶ πᾶντα πληρῶν, ὅλος ἦν ἐν τῇ γαστρὶ τῆς Παρθένου».

[3] Σημειοῦμεν ἐνταῦθα, ὅτι ἐὰν τύχῃ ἡ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ κατὰ τὴν Μεγάλην Ἑβδομάδα, εἰς οἶνον μόνον καὶ ἔλαιον γίνεται κατάλυσις, οὐχὶ δὲ καὶ εἰς ὀψάριον διὰ τὸ αἰδέσιμον τῶν παθῶν τοῦ Κυρίου, καθὼς πᾶντα τὰ Τυπικὰ συμφώνως διορίζουσι. Κᾂν καὶ ὁ θεῖος Νικηφόρος ἐν τῷ πέμπτῳ αὐτοῦ Κανόνι λέγῃ, ὅτι ἀνίσως τύχῃ ὁ Εὐαγγελισμὸς τῇ Μεγάλῃ Πέμπτῃ, ἢ τῇ Μεγάλῃ Παρασκευῇ, δὲν ἁμαρτάνομεν ἀνίσως καταλύσωμεν κρασὶ καὶ ὀψάρια. Ἀληθῶς μέγας Πατὴρ τῆς Ἐκκλησίας εἶναι ὁ θεῖος Νικηφόρος. Ἐπειδὴ ὅμως ὅλα τὰ Τυπικὰ οὕτως ἀποφασίζουν, καὶ Ἅγιοι καὶ Πατέρες τῆς Ἐκκλησίας εἶναι ἐκεῖνοι, ὁποῦ ἔγραψαν τὰ Τυπικά, καὶ ἀρχαιότεροι ἀκόμη καὶ τοῦ θείου Νικηφόρου, ὅ,τι λογῆς εἶναι ὁ Σάββας, ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνός, ὁ Χαρίτων, ὁ Εὐθύμιος, ὁ Κυριακός, καὶ ἄλλοι ὅμοιοι, διὰ τοῦτο προτιμῶμεν τὴν κοινὴν τῶν Πατέρων ὁμοφωνίαν. Καὶ μάλιστα διατὶ ὑποπτεύομεν, μήπως ᾖναι κᾀνενὸς κοιλιοδούλου προσθήκη τὰ ὀψάρια. Ἐπειδὴ δύσκολα πιστεύομεν, ὅτι ἕνας τοιοῦτος Ἅγιος νὰ εἰπῇ ἐναντία τῆς ἐκκλησιαστικῆς Διατάξεως. Ὅρα δὲ καὶ πῶς ὁ Ἅγιος δὲν λέγει ἀποφαντικῶς εἰς τὸν ἀνωτέρω Κανόνα, ὅτι νὰ ἐσθίεται ὀψάριον, ἀλλ᾿ ὑποθετικῶς, ὅτι ἐὰν φάγῃ τινας ὀψάριον ἐν τῇ ἑορτῇ ταύτῃ τυχούσῃ τῇ Μεγάλῃ Πέμπτῃ καὶ Μεγάλῃ Παρασκευῇ, δὲν ἁμαρτάνει. Καὶ δὲν εἶπεν ὅτι καλῶς ποιεῖ, ἀλλ᾿ ὅτι δὲν ἁμαρτάνει. Πολὺ δὲ διαφέρει τὸ πρῶτον ἀπὸ τὸ δεύτερον. Ἐγὼ εἶχον ὑποσημείωσιν εἰς τὸν ἀνωτέρω πέμπτον Κανόνα τοῦ Ἁγίου Νικηφόρου, τὸν περιεχόμενον ἐν τῷ ἡμετέρῳ Πηδαλίῳ μετὰ τῶν λοιπῶν τριάκοντα ἑπτὰ Κανόνων τοῦ αὐτοῦ Ἁγίου. Ἀλλ᾿ ὁ νοθεύσας τὸ ἱερὸν Πηδάλιον, καὶ πολλὰς ἀτόπους προσθήκας καὶ ἀφαιρέσεις ἐν αὐτῷ ποιησάμενος, αὐτὸς κακῶς ἀφαίρεσε καὶ τὴν ὑποσημείωσιν ἐκείνην, διὰ νὰ δώσῃ ἄδειαν νὰ καταλύουν οἱ Χριστιανοὶ ὀψάρια ἐν τῇ αὐτῇ ἑορτῇ τοῦ Εὐαγγελισμοῦ, τυχούσῃ κατὰ τὴν Μεγάλην Ἑβδομάδα. Ὅρα δὲ καὶ εἰς τὸ τριακοστὸν ὄγδοον κεφάλαιον τοῦ Καθολικοῦ καὶ τετυπωμένου Τυπικοῦ, ὅπου αὐτολεξεὶ γράφεται ταῦτα· «Ἰστέον δὲ ὅτι ἡ ἑορτὴ τῆς ὑπεραγίας Θεοτόκου τοῦ Εὐαγγελισμοῦ, εἰ τύχοι τῇ Μεγάλῃ Ἑβδομάδι, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπιστῇ, γίνεται παράκλησις τοῖς ἀδελφοῖς, ἐπὶ μεταλήψει οἴνου καὶ ἐλαίου, ἰχθύος δὲ οὐ». Καὶ τοῦτο δὲ προσημειοῦμεν, ὅτι ἡ ἑορτὴ αὕτη τοῦ Εὐαγγελισμοῦ, οὐδέ ποτε μετατίθεται εἰς ἄλλην ἡμέραν. Ἀλλὰ εἰς ὅποιαν ἡμέραν τύχῃ, εἰς ἐκείνην καὶ ἑορτάζεται. Καθὼς ἅπαντα τὰ Τυπικὰ συμφώνως διορίζουσι. Καὶ ὁ ἀνωτέρω δὲ Κανὼν τοῦ Ἁγίου Νικηφόρου, καὶ οἱ λόγοι τῶν Διδασκάλων παλαιῶν τε καὶ νεωτέρων οἱ εἰς τὴν ἑορτὴν ταύτην πεπονημένοι, καὶ μάλιστα τοῦ Βρυεννίου Ἰωσήφ, τοῦτο βεβαιοῦσι. Ἐπειδὴ γὰρ ἡ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ εἶναι ἀρχὴ καὶ κεφαλὴ ὅλων τῶν Δεσποτικῶν ἑορτῶν, ἐὰν αὕτη μετατεθῇ, εἶναι ἀνάγκη νὰ συμμετατεθοῦν καὶ αἱ ἄλλαι Δεσποτικαὶ ἑορταί, καὶ ἡ τῶν Χριστοῦ Γεννῶν δηλαδή, καὶ ἡ τῶν Θεοφανείων, καὶ ἡ τῆς Ὑπαπαντῆς, καὶ καθεξῆς ὅλαι αἱ ἄλλαι. Καὶ οὕτω νὰ γένῃ μία μεγάλη σύγχυσις εἰς ὅλον τὸν κύκλον τῶν ἑορτῶν. Ὅθεν οἱ ταύτην μετατιθέντες, κακῶς ποιοῦσιν. Εὐηγγελίσθη δὲ ἡ Θεοτόκος ἐν ἡμέρᾳ Δευτέρᾳ, ἢ κατ᾿ ἄλλους ἐν Κυριακῇ.

Άγιος Νικόδημος Αγιορείτης, Συναξαριστής των δώδεκα μηνών του ενιαυτού. Τόμος Β´. Εκδόσεις Δόμος, 2005